Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

πῦρ οὖν ἐπὶ πῦρ ἐγένετο τῷ νεανίσκῳ προσκείμενος ὁ Τηρίβαζος ἀεὶ καὶ λέγων ὡς οὐδὲν ὀνίνησιν ἡ κίταρις ἑστῶσα περὶ τῇ κεφαλῇ τοὺς ὑφʼ αὑτῶν μὴ ζητοῦντας ὀρθοῦσθαι τοῖς πράγμασι, κἀκεῖνον ἀβέλτερα φρονεῖν, εἰ, τοῦ μὲν ἀδελφοῦ διὰ τῆς γυναικωνίτιδος ἐνδυομένου τοῖς πράγμασι, τοῦ δὲ πατρὸς οὕτως ἔμπληκτον ἦθος καὶ ἀβέβαιον ἔχοντος, οἴεται βέβαιον αὐτῷ τὴν διαδοχὴν ὑπάρχειν.

ὁ γὰρ Ἑλληνικοῦ χάριν γυναίου τὸν ἄψευστον ἐν Πέρσαις ψευσάμενος νόμον οὐ δή που πιστός ἐστι τὰς περὶ τῶν μεγίστων ὁμολογίας ἐμπεδώσειν. οὐ ταὐτὸ δʼ εἶναι τὸ μὴ τυχεῖν Ὤχῳ κἀκείνῳ τὸ στέρεσθαι τῆς βασιλείας· Ὦχον μὲν γὰρ οὐδένα κωλύσειν ἰδιώτην βιοῦν μακαρίως, ἐκείνῳ δʼ ἀποδεδειγμένῳ βασιλεῖ βασιλεύειν ἀνάγκην ἢ μηδὲ ζῆν εἶναι.

p.196

καθόλου μὲν οὖν ἴσως, τὸ Σοφόκλειον,

ταχεῖα πειθὼ τῶν κακῶν ὁδοιπορεῖ·
λεία γάρ τις ἡ πορεία καὶ κατάντης ἐπὶ τὸ βουλόμενον. βούλονται δὲ οἱ πλεῖστοι τὰ φαῦλα διʼ ἀπειρίαν τῶν καλῶν καὶ ἄγνοιαν· οὐ μὴν ἀλλὰ
paris.1624.1026
τὸ μέγεθος τὸ τῆς ἀρχῆς καὶ τὸ πρὸς τὸν Ὦχον τοῦ Δαρείου δέος ὑπόθεσιν τῷ Τηριβάζῳ παρεῖχε· Κυπρογένεια δʼ οὐ πάμπαν ἀναίτιος, ἡ τῆς Ἀσπασίας ἀφαίρεσις.

ἐπέδωκεν οὖν ἑαυτὸν τῷ Τηριβάζῳ· καὶ πολλῶν ἤδη συνισταμένων, εὐνοῦχος ἐδήλωσε τῷ βασιλεῖ τὴν ἐπιβουλὴν καὶ τὸν τρόπον, εἰδὼς ἀκριβῶς ὅτι νυκτὸς ἐγνώκασιν ἐν τῷ θαλάμῳ κατακείμενον ἀναιρεῖν αὐτὸν ἐπεισελθόντες. ἀκούσαντι δὲ τῷ Ἀρτοξέρξῃ καὶ τὸ παριδεῖν κίνδυνον τηλικοῦτον, ἀμελήσαντα τῆς διαβολῆς, δεινὸν ἐδόκει, καὶ τὸ πιστεῦσαι μηδενὸς ἐλέγχου γενομένου δεινότερον.

οὕτως οὖν ἐποίει· τὸν μὲν εὐνοῦχον ἐκείνοις ἐκέλευσε παρεῖναι καὶ παρακολουθεῖν,. αὐτὸς δὲ τοῦ θαλάμου τὸν ὄπισθεν τῆς κλίνης τοῖχον ἐκκόψας καὶ θυρώσας κατεκάλυψεν αὐλαίᾳ τὰς θύρας, ἐνστάσης δὲ τῆς ὥρας καὶ φράσαντος τοῦ εὐνούχου τὸν καιρόν, ἐπὶ τῆς κλίνης ὑπέμεινε καὶ οὐκ ἐξανέστη πρότερον ἢ τῶν ἐπʼ αὐτὸν ἐρχομένων τὰ πρόσωπα κατιδεῖν καὶ γνωρίσαι σαφῶς ἕκαστον.