Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

τούτοις ἐπείσθησαν ἀμφότεροι, καὶ φθάνειν

p.186
ἀλλήλους νομίζοντες ὁ μὲν τῷ Τηριβάζῳ συνέπεμψε πρέσβεις, ὁ δὲ τῷ παιδὶ τοῦ Τηριβάζου. διατριβῆς δὲ γενομένης ὑποψίαι καὶ διαβολαὶ κατὰ τοῦ Τηριβάζου τῷ Ἀρτοξέρξῃ προσέπιπτον αὐτὸς δὲ δυσθύμως εἶχε καὶ μετενόει πιστεύσας τῷ Τηριβάζῳ, καὶ τοῖς φθονοῦσιν ἐγκαλεῖν παρεῖχεν.

ἐπεὶ δὲ ἧκεν ὁ Τηρίβαζος, ἧκε δὲ καὶ ὁ υἱὸς αὐτοῦ

paris.1624.1024
τοὺς Καδουσίους ἄγοντες, ἐγένοντο δὲ σπονδαὶ πρὸς ἀμφοτέρους καὶ εἰρήνη, μέγας ὢν ὁ Τηρίβαζος ἤδη καὶ λαμπρὸς ἀνεζεύγνυε μετὰ τοῦ βασιλέως, ἐπιδεικνυμένου πᾶσαν τήν δειλίαν καὶ τήν μαλακίαν οὐ τρυφῆς καὶ πολυτελείας, ὥσπερ οἱ πολλοὶ νομίζουσιν, ἔκγονον οὖσαν, ἀλλὰ μοχθηρᾶς φύσεως καὶ ἀγεννοῦς καὶ δόξαις πονηραῖς ἑπομένης.

οὔτε γὰρ χρυσὸς οὔτε κάνδυς οὔτε ὁ τῶν μυρίων καὶ δισχιλίων ταλάντων περικείμενος ἀεὶ τῷ βασιλέως σώματι κόσμος ἐκεῖνον ἀπεκώλυε πονεῖν καὶ ταλαιπωρεῖν, ὥσπερ οἱ τυχόντες, ἀλλὰ τήν τε φαρέτραν ἐνημμένος καὶ τήν πέλτην φέρων αὐτὸς ἐβάδιζε πρῶτος ὁδοὺς ὀρεινὰς καὶ προσάντεις, ἀπολιπὼν τὸν ἵππον, ὥστε τοὺς ἄλλους πτεροῦσθαι καὶ συνεπικουφίζεσθαι τήν ἐκείνου προθυμίαν καὶ ῥώμην ὁρῶντας· καὶ γὰρ διακοσίων καὶ πλειόνων σταδίων κατήνυεν ἡμέρας ἑκάστης πορείαν.