Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἐξέβαλε δὲ καὶ τῆς θαλάττης Λακεδαιμονίους Κόνωνι τῷ Ἀθηναίῳ μετὰ Φαρναβάζου στρατηγῷ χρησάμενος. ὁ γὰρ Κόνων

p.176
διέτριβε μὲν ἐν Κύπρῳ μετὰ τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν, οὐ τὴν ἀσφάλειαν ἀγαπῶν, ἀλλὰ τὴν τῶν πραγμάτων μεταβολὴν, ὥσπερ ἐν πελάγει τροπὴν, περιμένων.

ὁρῶν δὲ καὶ τοὺς ἑαυτοῦ λογισμοὺς δυνάμεως καὶ τὴν βασιλέως δύναμιν ἀνδρὸς ἔμφρονος δεομένην, ἔπεμψεν ἐπιστολὴν βασιλεῖ περὶ ὧν διενοεῖτο. καὶ ταύτην ἐκέλευσε τὸν κομίζοντα μάλιστα μὲν ἀποδοῦναι διὰ Ζήνωνος τοῦ Κρητὸς ἢ Πολυκρίτου τοῦ Μενδαίου τούτων δʼ ἦν ὁ μὲν Ζήνων ὀρχηστής, ὁ δὲ Πολύκριτος ἰατρός· ἂν δὲ οὗτοι μὴ παρῶσι, διὰ Κτησίου τοῦ ἰατροῦ.

λέγεται δὲ ὁ Κτησίας τὴν ἐπιστολὴν λαβὼν παρεγγράψαι τοῖς ὑπὸ τοῦ Κόνωνος ἐπεσταλμένοις ὅπως καὶ Κτησίαν ἀποστείλῃ πρὸς αὑτόν, ὡς ὠφέλιμον ὄντα ταῖς ἐπὶ θαλάσσῃ πράξεσιν. ὁ δὲ Κτησίας αὐτὸν ἀφʼ ἑαυτοῦ βασιλέα φησὶ προσθεῖναι τὴν λειτουργίαν αὐτῷ ταύτην.

ἀλλʼ ἐπεὶ κρατήσας τῇ περὶ Κνίδον ναυμαχίᾳ

paris.1624.1022
διὰ Φαρναβάζου καὶ Κόνωνος ἀφείλετο τὴν κατὰ θάλατταν ἀρχὴν Λακεδαιμονίους, ἐπέστρεψε πᾶσαν ὁμοῦ τὴν Ἑλλάδα πρὸς αὑτόν, ὥστε καὶ τὴν περιβόητον εἰρήνην βραβεῦσαι τοῖς Ἕλλησι τὴν ἐπʼ Ἀνταλκίδου προσαγορευομένην.

ὁ δὲ Ἀνταλκίδας Σπαρτιάτης ἦν, Λέοντος υἱός, καὶ σπουδάσας βασιλεῖ διεπράξατο τὰς ἐν Ἀσίᾳ, πόλεις Ἑλληνίδας ἁπάσας καὶ νήσους, ὅσαι προσκυροῦσιν Ἀσίᾳ, παρεῖναι Λακεδαιμονίους αὐτῷ κεκτῆσθαι φόρων ὑποτελεῖς, εἰρήνης γενομένης τοῖς Ἕλλησιν, εἰ δεῖ τὴν τῆς Ἑλλάδος ὕβριν καὶ προδοσίαν εἰρήνην καλεῖν, ἧς πόλεμος οὐδεὶς ἀκλεέστερον ἤνεγκε τέλος τοῖς κρατηθεῖσι.

p.178