Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἐπεὶ δὲ Κλέαρχον καὶ τοὺς ἄλλους

paris.1624.1020
στρατηγοὺς Τισαφέρνης ἐξηπάτησε καὶ παρεσπόνδησεν ὅρκων γενομένων καὶ συλλαβὼν ἀνέπεμψεν ἐν πέδαις δεδεμένους, δεηθῆναί φησιν αὐτοῦ τὸν Κλέαρχον ὁ Κτησίας ὅπως κτενὸς εὐπορήσειε. τυχόντα δὲ καὶ τημελήσαντα τὴν κεφαλήν ἡσθῆναί τε τῇ χρείᾳ καὶ τὸν δακτύλιον
p.168
αὐτῷ δοῦναι, σύμβολον φιλίας πρὸς τοὺς ἐν Λακεδαίμονι συγγενεῖς καὶ οἰκείους· εἶναι δὲ γλυφὴν ἐν τῇ σφραγῖδι Καρυάτιδας ὀρχουμένας.

τὰ δὲ πεμπόμενα σιτία τῷ Κλεάρχῳ τοὺς συνδεδεμένους στρατιώτας ἀφαιρεῖσθαι καὶ καταναλίσκειν, ὀλίγα τῷ Κλεάρχῳ διδόντας ἀπʼ αὐτῶν, ἰάσασθαι δὲ καὶ τοῦτό φησιν ὁ Κτησίας, πλείονα τῷ Κλεάρχῳ πέμπεσθαι διαπραξάμενος, ἰδίᾳ, δὲ ἕτερα τοῖς στρατιώταις δίδοσθαι· καὶ ταῦτα μὲν ὑπουργῆσαι καὶ παρασχεῖν χάριτι καὶ γνώμῃ τῆς Παρυσάτιδος.

πεμπομένου δὲ καθʼ ἡμέραν τῷ Κλεάρχῳ κωλῆνος ἐπὶ τοῖς σιτίοις, παρακαλεῖν αὐτὸν καὶ διδάσκειν ὡς χρὴ μικρὸν εἰς τὸ κρέας ἐμβαλόντα μαχαίριον ἀποκρύψαντα πέμψαι καὶ μὴ περιιδεῖν ἐν τῇ βασιλέως ὠμότητι τὸ τέλος αὐτοῦ γενόμενον· αὐτὸς δὲ φοβούμενος μὴ ἐθελῆσαι, βασιλέα δὲ τῇ μὲν μητρὶ παραιτουμένῃ μὴ κτεῖναι τὸν Κλέαρχον ὁμολογῆσαι καὶ ὀμόσαι· πεισθέντα δὲ αὖθις ὑπὸ τῆς Στατείρας ἀποκτεῖναι πάντας πλὴν Μένωνος.

ἐκ δὲ τούτου τὴν Παρύσατιν ἐπιβουλεῦσαι τῇ Στατείρᾳ καὶ συσκευάσασθαι τὴν φαρμακείαν κατʼ αὐτῆς, οὐκ εἰκότα λέγων, ἀλλὰ πολλὴν ἀλογίαν ἔχοντα τῆς αἰτίας, εἰ δεινὸν ἔργον οὕτως ἔδρασε καὶ παρεκινδύνευσεν ἡ Παρύσατις διὰ Κλέαρχον, ἀνελεῖν τολμήσασα τὴν γνησίαν βασιλέως γυναῖκα καὶ τέκνων κοινωνὸν ἐπὶ βασιλείᾳ τρεφομένων.

ἀλλὰ ταῦτα μὲν οὐκ ἄδηλον ὡς ἐπιτραγῳδεῖται τῇ Κλεάρχου μνήμῃ, καὶ γὰρ ἀναιρεθέντων φησὶ τῶν στρατηγῶν τοὺς μὲν ἄλλους ὑπὸ κυνῶν σπαράττεσθαι

p.170
καὶ ὀρνέων, τῷ δὲ Κλεάρχου νεκρῷ θύελλαν ἀνέμου γῆς θῖνα πολλὴν φέρουσαν ἐπιχῶσαι καὶ ἐπικρύψαι τὸ σῶμα· φοινίκων δέ τινων διασπαρέντων ὀλίγῳ χρόνῳ θαυμαστὸν ἄλσος ἀναφῦναι καὶ κατασκιάσαι τὸν τόπον, ὥστε καὶ βασιλεῖ σφόδρα μεταμέλειν, ὡς ἄνδρα θεοῖς φίλον ἀνῃρηκότι τὸν Κλέαρχον.