Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

λοιπὸς δʼ ἦν τῇ Παρυσάτιδι σκοπὸς ὁ τὴν κεφαλὴν ἀποτεμὼν καὶ τὴν χεῖρα τοῦ Κύρου Μασαβάτης, βασιλέως εὐνοῦχος, ὡς οὖν αὐτὸς οὐδεμίαν καθʼ ἑαυτοῦ λαβὴν παρεδίδου, τοιοῦτον ἐπιβουλῆς τρόπον ἡ Παρύσατις συνέθηκεν.

ἦν τά τε ἀλλὰ θυμόσοφος γυνὴ καὶ δεινὴ κυβεύειν διὸ καὶ βασιλεῖ πρὸ τοῦ πολέμου πολλάκις συνεκύβευε μετὰ δὲ τὸν πόλεμον διαλυθεῖσα πρὸς αὐτόν οὐκ ἔφευγε τὰς φιλοφροσύνας, ἀλλὰ καὶ συνέπαιζε καὶ τῶν ἐρωτικῶν ἐκοινώνει συμπράττουσα καὶ παροῦσα, καὶ ὅλως μικρότατον αὐτοῦ τῇ Στατείρᾳ μετεδίδου χρῆσθαι καὶ συνεῖναι, μισοῦσά τε μάλιστα πάντων ἐκείνην καὶ μέγιστον αὐτὴ βουλομένη δύνασθαι.

λαβοῦσα δή ποτε τὸν Ἀρτοξέρξην ὡρμημένον ἀλύειν σχολῆς οὔσης προὐκαλεῖτο περὶ χιλίων δαρεικῶν κυβεῦσαι· καὶ κυβεύοντα περιεῖδε νικῆσαι καὶ τὸ χρυσίον ἀπέδωκε, προσποιουμένη δὲ ἀνιᾶσθαι καὶ

p.166
φιλονεικεῖν ἐκέλευσεν αὖθις ἐξ ἀρχῆς περὶ εὐνούχου διακυβεῦσαι· κἀκεῖνος ὑπήκουσε.

ποιησάμενοι δὲ συνθήκας πέντε μὲν ἑκάτερον ὑπεξελέσθαι τοὺς πιστοτάτους, ἐκ δὲ τῶν λοιπῶν ὃν ἂν ὁ νικῶν ἕληται, δοῦναι τὸν ἡττώμενον, ἐπὶ τούτοις ἐκύβευον. σφόδρα δὴ γενομένη πρὸς τῷ πράγματι καὶ σπουδάσασα περὶ τὴν παιδιάν, εὖ δέ πως αὐτῇ καὶ τῶν κύβων πεσόντων, νικήσασα λαμβάνει τὸν Μασαβάτην οὐ γὰρ ἦν ἐν τοῖς ὑπεξῃρημένοις.

καὶ πρὶν ἐν ὑποψίᾳ, γενέσθαι βασιλέα τοῦ πράγματος ἐγχειρίσασα τοῖς ἐπὶ τῶν τιμωριῶν προσέταξεν ἐκδεῖραι ζῶντα, καὶ τὸ μὲν σῶμα πλάγιον διὰ τριῶν σταυρῶν ἀναπῆξαι, τὸ δὲ δέρμα χωρὶς διαπατταλεῦσαι. γενομένων δὲ τούτων καὶ βασιλέως χαλεπῶς φέροντος καὶ παροξυνομένου πρὸς αὐτήν, εἰρωνευομένη μετὰ γέλωτος, ὡς ἡδύς, ἔφασκεν, εἶ καὶ μακάριος, εἰ χαλεπαίνεις διὰ γέροντα πονηρὸν εὐνοῦχον, ἐγὼ δὲ χιλίους ἐκκυβευθεῖσα δαρεικοὺς σιωπῶ καὶ στέργω.

βασιλεὺς μὲν οὖν ἐφʼ οἷς ἐξηπατήθη μεταμελόμενος ἡσυχίαν ἦγεν, ἡ δὲ Στάτειρα καὶ πρὸς τἆλλα φανερῶς ἠναντιοῦτο καὶ τούτοις ἐδυσχέραινεν, ὡς ἄνδρας εὐνούχους καὶ πιστοὺς βασιλεῖ διὰ Κῦρον ὠμῶς καὶ παρανόμως ἀπολλυούσης αὐτῆς.