Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

κακῶς δὲ ἀπώλετο καὶ Μιθριδάτης μετʼ ὀλίγον χρόνον ἐκ τῆς αὐτῆς ἀβελτερίας. κληθεὶς γὰρ ἐπὶ δεῖπνον ἔνθα καὶ βασιλέως καὶ τῆς μητρὸς εὐνοῦχοι παρῆσαν, ἧκεν ἐσθῆτι καὶ χρυσῷ κεκοσμημένος οἷς ἔλαβε παρὰ βασιλέως.

ἐπεὶ δὲ εἰς τὸ πίνειν ἀφίκοντο, λέγει πρὸς αὐτὸν ὁ μέγιστον δυνάμενος τῶν Παρυσάτιδος εὐνούχων ὡς καλὴν μὲν ἐσθῆτά σοι ταύτην, ὦ Μιθριδάτα, ὁ βασιλεὺς δέδωκε, καλὰ δὲ στρεπτὰ καὶ ψέλια· πολλοῦ δὲ ἄξιος ὁ ἀκινάκης. ἦ μακάριόν σε καὶ περίβλεπτον ἅπασι πεποίηκεν. ἤδη δὲ μεθύων ὁ Μιθριδάτης, τί δὲ ταῦτα ἔστιν, εἶπεν, ὦ Σπαραμίζη; μειζόνων γὰρ ἐγὼ καὶ καλλιόνων βασιλεῖ τὴν ἡμέραν ἐκείνην ἄξιον ἐμαυτὸν παρέσχον.

καὶ ὁ Σπαραμίζης ἐπιμειδιάσας, φθόνος μὲν οὐδεὶς, ὦ Μιθριδάτα, εἶπεν ἐπεὶ δέ φασιν Ἕλληνες οἶνον καὶ ἀλήθειαν εἶναι, τί λαμπρὸν, ὦ τᾶν, ἢ μέγα, πῖλον εὑρεῖν ἵππου περιρρυέντα καὶ τοῦτον ἀνενεγκεῖν ; ταῦτα δὲ οὐκ ἀγνοῶν τὸ ἀληθὲς ἔλεγεν, ἀλλὰ βουλόμενος ἐκκαλύψαι πρὸς τοὺς παρόντας ὑπεκίνει τὴν κουφότητα τοῦ ἀνθρώπου λάλου καὶ ἀκρατοῦς γεγονότος διὰ τὸν οἶνον.

εἶπεν οὖν μὴ κατασχών ὑμεῖς μὲν, ὅ τι βούλεσθε, πίλους λέγετε καὶ φλυάρους· ἐγὼ δὲ ὑμῖν λέγω διαρρήδην ὑπὸ ταύτης ἀνῃρῆσθαι Κῦρον τῆς χειρός, οὐ γὰρ ὡς Ἀρταγέρσης ἠκόντισα κενὸν καὶ μάταιον, ἀλλὰ τοῦ μὲν ὀφθαλμοῦ

p.162
μικρὸν ἥμαρτον, τὸν δὲ κροτάφου τυχὼν καὶ διελάσας κατέβαλον τὸν ἄνδρα καὶ τέθνηκεν ὑπʼ ἐκείνου τοῦ τραύματος·

οἱ μὲν οὖν ἄλλοι τὸ τέλος ἤδη τοῦ Μιθριδάτου καὶ τὴν κακοδαιμονίαν ὁρῶντες εἰς τὴν γῆν ἔκυψαν ὁ δʼ ἑστιῶν αὐτούς, ὦ

paris.1624.1019
τᾶν, ἔφη, Μιθριδάτα, πίνωμεν ἐν τῷ παρόντι καὶ ἐσθίωμεν τὸν βασιλέως δαίμονα προσκυνοῦντες, λόγους δὲ μείζους ἢ καθʼ ἡμᾶς ἐάσωμεν.