Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

οἰόμενος δὲ καὶ βουλόμενος δοκεῖν καὶ λέγειν πάντας ἀνθρώπους ὡς αὐτὸς ἀπεκτόνοι Κῦρον, Μιθριδάτῃ τε τῷ βαλόντι πρώτῳ Κῦρον ἐξέπεμψε δῶρα καὶ λέγειν ἐκέλευσε τοὺς διδόντας ὡς τούτοις σε τιμᾷ ὁ βασιλεύς ὅτι τὸν ἐφίππειον Κύρου πῖλον εὑρὼν ἀνήνεγκας· τοῦ δὲ Καρός, ὑφʼ οὗ τὴν ἰγνύαν πληγεὶς ὁ Κῦρος ἔπεσε, καὶ αὐτοῦ δωρεὰν αἰτοῦντος, ἐκέλευσεν εἰπεῖν τοὺς διδόντας ὅτι σοὶ ταῦτα δίδωσιν βασιλεύς εὐαγγελίων δευτερεῖα πρῶτος γὰρ Ἀρτασύρας, μετʼ ἐκεῖνον δὲ σύ τὴν Κύρου τελευτὴν ἀπήγγειλας.

ὁ μὲν οὖν Μιθριδάτης ἀπῆλθε σιωπῇ λυπούμενος τὸν δὲ ἄθλιον Κᾶρα κοινόν τι πάθος ἐξ ἀβελτερίας κατέσχε. διαφθαρεὶς γὰρ ὑπὸ τῶν παρόντων, ὡς ἔοικεν, ἀγαθῶν, καὶ ἀναπεισθεὶς εὐθὺς ἀντιποιεῖσθαι τῶν ὑπὲρ αὐτόν, οὐκ ἠξίου τὰ δοθέντα μισθὸν εὐαγγελίων ἔχειν, ἀλλʼ ἠγανάκτει μαρτυρόμενος καὶ βοῶν ὅτι Κῦρον οὐδεὶς ἕτερος, ἀλλʼ αὐτὸς ἀπεκτόνοι, καὶ τὴν δόξαν ἀδίκως ἀποστεροῖτο, ταῦτα δὲ ἀκούσας ὁ βασιλεύς σφόδρα παρωξύνθη καὶ τὴν κεφαλὴν ἐκέλευσεν ἀποτεμεῖν τοῦ ἀνθρώπου.

παροῦσα δʼ ἡ μήτηρ, μὴ σύ γε, εἶπεν, οὕτω τὸν Κᾶρα τοῦτον, ὦ βασιλεῦ, τὸν ὄλεθρον ἀπαλλάξῃς, ἀλλὰ παρʼ ἐμοῦ τὸν ἄξιον ἀπολήψεται μισθὸν ὧν τολμᾷ λέγειν ἐπιτρέψαντος δὲ τοῦ βασιλέως ἐκέλευσε τοὺς ἐπὶ τῶν τιμωριῶν ἡ Παρύσατις λαβόντας τὸν

p.160
ἄνθρωπον ἐφʼ ἡμέρας δέκα στρεβλοῦν, εἶτα τοὺς ὀφθαλμοὺς ἐξορύξαντας εἰς τὰ ὦτα θερμὸν ἐντήκειν χαλκὸν ἕως ἀποθάνῃ.

κακῶς δὲ ἀπώλετο καὶ Μιθριδάτης μετʼ ὀλίγον χρόνον ἐκ τῆς αὐτῆς ἀβελτερίας. κληθεὶς γὰρ ἐπὶ δεῖπνον ἔνθα καὶ βασιλέως καὶ τῆς μητρὸς εὐνοῦχοι παρῆσαν, ἧκεν ἐσθῆτι καὶ χρυσῷ κεκοσμημένος οἷς ἔλαβε παρὰ βασιλέως.

ἐπεὶ δὲ εἰς τὸ πίνειν ἀφίκοντο, λέγει πρὸς αὐτὸν ὁ μέγιστον δυνάμενος τῶν Παρυσάτιδος εὐνούχων ὡς καλὴν μὲν ἐσθῆτά σοι ταύτην, ὦ Μιθριδάτα, ὁ βασιλεὺς δέδωκε, καλὰ δὲ στρεπτὰ καὶ ψέλια· πολλοῦ δὲ ἄξιος ὁ ἀκινάκης. ἦ μακάριόν σε καὶ περίβλεπτον ἅπασι πεποίηκεν. ἤδη δὲ μεθύων ὁ Μιθριδάτης, τί δὲ ταῦτα ἔστιν, εἶπεν, ὦ Σπαραμίζη; μειζόνων γὰρ ἐγὼ καὶ καλλιόνων βασιλεῖ τὴν ἡμέραν ἐκείνην ἄξιον ἐμαυτὸν παρέσχον.

καὶ ὁ Σπαραμίζης ἐπιμειδιάσας, φθόνος μὲν οὐδεὶς, ὦ Μιθριδάτα, εἶπεν ἐπεὶ δέ φασιν Ἕλληνες οἶνον καὶ ἀλήθειαν εἶναι, τί λαμπρὸν, ὦ τᾶν, ἢ μέγα, πῖλον εὑρεῖν ἵππου περιρρυέντα καὶ τοῦτον ἀνενεγκεῖν ; ταῦτα δὲ οὐκ ἀγνοῶν τὸ ἀληθὲς ἔλεγεν, ἀλλὰ βουλόμενος ἐκκαλύψαι πρὸς τοὺς παρόντας ὑπεκίνει τὴν κουφότητα τοῦ ἀνθρώπου λάλου καὶ ἀκρατοῦς γεγονότος διὰ τὸν οἶνον.