Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἐξεληλάκει δέ, ὡς ὁ Κτησίας φησίν, ἐπὶ τὴν μάχην τεσσαράκοντα μυριάσιν· οἱ δὲ περὶ Δείνωνα καὶ Ξενοφῶντα πολὺ πλείονας γενέσθαι λέγουσι τὰς μεμαχημένας. ἀριθμὸν δὲ νεκρῶν ὁ Κτησίας ἐνακισχιλίους ἀνενεχθῆναί

p.156
φησι πρὸς τὸν Ἀρτοξέρξην, αὐτῷ δὲ δισμυρίων οὐκ ἐλάττους φανῆναι τοὺς κειμένους, ταῦτα μὲν οὖν ἔχει διαμφισβήτησιν· ἐκεῖνο δὲ τοῦ Κτησίου λαμπρὸν ἤδη ψεῦσμα, τὸ πεμφθῆναι φάναι πρὸς τοὺς Ἕλληνας αὐτὸν μετὰ Φαλίνου τοῦ Ζακυνθίου καί τινων ἄλλων.

ὁ γὰρ Ξενοφῶν ἠπίστατο συνδιατρίβοντα βασιλεῖ Κτησίαν· μέμνηται γὰρ ι αὐτοῦ καί τοῖς βιβλίοις τούτοις ἐντετυχηκὼς δῆλός ἐστιν οὐκ ἂν οὖν ἐλθόντα καί λόγων τοσούτων ἑρμηνέα γενόμενον παρῆκεν ἀνώνυμον, Φαλῖνον δὲ τὸν Ζακύνθιον ὠνόμαζεν. ἀλλὰ δαιμονίως ὁ Κτησίας, ὡς ἔοικε, φιλότιμος ὢν καί οὐχ ἧττον φιλολάκων καί φιλοκλέαρχος ἀεί τινας ἐν τῇ διηγήσει χώρας ἑαυτῷ δίδωσιν, ἐν αἷς γενόμενος πολλὰ καί καλὰ μεμνήσεται Κλεάρχου καί τῆς Λακεδαίμονος.

μετὰ δὲ τὴν μάχην δῶρα κάλλιστα μὲν ἐξέπεμψε καὶ μέγιστα τῷ Ἀρταγέρσου παιδὶ τοῦ πεσόντος ὑπὸ Κύρου, καλῶς δὲ καὶ Κτησίαν καὶ τοὺς ἄλλους ἐτίμησε. τὸν δὲ Καύνιον ἐκεῖνον ἐξ ἐξανευρών, ὃς ἐπέδωκε τὸ ἀσκίον, ἐξ ἀδόξου καὶ πένητος ἔντιμον καὶ πλούσιον ἐποίησεν· ἦν δέ τις ἐπιμέλεια καὶ περὶ τὰς τῶν ἐξαμαρτόντων δικαιώσεις.

Ἀρβάκην μὲν γάρ τινα Μῆδον ἐν τῇ μάχῃ

paris.1624.1018
πρὸς Κῦρον φυγόντα καὶ πάλιν ἐκείνου πεσόντος μεταστάντα, δειλίαν καὶ μαλακίαν καταγνούς, οὐ προδοσίαν οὐδὲ κακόνοιαν, ἐκέλευσε γυμνὴν ἀναλαβόντα πόρνην περιβάδην ἐπὶ τοῦ τραχήλου διʼ ἡμέρας ὅλης ἐν ἀγορᾷ περιφέρειν· ἑτέρου δὲ πρὸς
p.158
τῷ μεταστῆναι ψευσαμένου καταβαλεῖν δύο τῶν πολεμίων, προσέταξε διαπεῖραι τρισὶ βελόναις τὴν γλῶτταν.