Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἤδη δὲ αὐτοῦ τεθνηκότος Ἀρτασύρας ὁ βασιλέως ὀφθαλμὸς ἔτυχεν ἵππῳ παρεξελαύνων. γνωρίσας οὖν τοὺς εὐνούχους ὀλοφυρομένους ἠρώτησε τὸν πιστότατον αὐτῶν, τίνα τοῦτον,

paris.1624.1017
ὦ Παρίσκα, κλαίεις παρακαθήμενος ; ὁ δὲ εἶπεν οὐχ ὁρᾷς, ὦ Ἀρτασύρα, Κῦρον τεθνηκότα; θαυμάσας οὖν ὁ Ἀρτασύρας τῷ μὲν εὐνούχῳ θαρρεῖν παρεκελεύσατο καὶ φυλάττειν τὸν νεκρόν,

αὐτὸς δὲ συντείνας πρὸς τὸν Ἀρτοξέρξην, ἀπεγνωκότα μὲν ἤδη τὰ πράγματα, κακῶς δὲ καὶ τὸ σῶμα διακείμενον ὑπό τε δίψης καὶ τοῦ τραύματος, χαίρων φράζει ὡς αὐτὸς ἴδοι τεθνηκότα Κῦρον. ὁ δὲ πρῶτον μὲν εὐθὺς ὥρμησεν αὐτὸς ἰέναι, καὶ τὸν Ἀρτασύραν ἄγειν ἐκέλευσεν ἐπὶ τὸν τόπον· ἐπεὶ δὲ πολὺς ἦν λόγος τῶν Ἑλλήνων καὶ φόβος ὡς διωκόντων καὶ πάντα νικώντων καὶ κρατούντων, ἔδοξε πλείονας πέμψαι τοὺς κατοψομένους· καὶ τριάκοντα λαμπάδας ἔχοντες ἐπέμφθησαν.

αὐτῷ δὲ μικρὸν ἀπολείποντι τοῦ τεθνάναι διὰ τὸ διψῆν Σατιβαρζάνης

p.154
ὁ εὐνοῦχος περιθέων ἐζήτει ποτόν οὐ γὰρ εἶχε τὸ χωρίον ὕδωρ, οὐδὲ ἦν ἐγγὺς τὸ στρατόπεδον· μόλις οὖν ἐπιτυγχάνει τῶν Καυνίων ἐκείνων τῶν κακοβίων ἑνὸς ἐν ἀσκίῳ φαύλῳ διεφθαρμένον ὕδωρ καὶ πονηρὸν ἔχοντος, ὅσον ὀκτὼ κοτύλας καὶ λαβὼν τοῦτο καὶ κομίσας τῷ βασιλεῖ δίδωσιν. ἐκπιόντα δὲ ἅπαν ἠρώτησεν εἰ μὴ πάνυ δυσχεραίνει τὸ ποτόν.

ὁ δὲ ὤμοσε τοὺς θεοὺς μήτε οἶνον ἡδέως οὕτως πώποτε πεπωκέναι μήτε ὕδωρ τὸ κουφότατον καὶ καθαρώτατον, ὥστε, ἔφη, τὸν δόντα σοι τοῦτο ἄνθρωπον, ἂν ἐγὼ μὴ δυνηθῶ ζητήσας ἀμείψασθαι, τοὺς θεοὺς εὔχομαι ποιῆσαι μακάριον καὶ πλούσιον.