Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἀδυνάτως δʼ ἔχοντα καὶ διʼ αὑτοῦ προθυμούμενον βαδίζειν ὑπολαβόντες ἦγον, τῷ μὲν σώματι καρηβαροῦντα καὶ σφαλλόμενον, οἰόμενον δὲ νικᾶν ἀκούοντα τῶν φευγόντων ἀνακαλουμένων Κῦρον βασιλέα καὶ φείδεσθαι δεομένων. ἐν δὲ τούτῳ Καύνιοί τινες ἄνθρωποι κακόβιοι καὶ ἄποροι καὶ ταπεινῶν ὑπουργημάτων ἕνεκα τῇ τοῦ βασιλέως στρατιᾷ παρακολουθοῦντες ἔτυχον συναναμιχθέντες ὡς φίλοις τοῖς περὶ τὸν Κῦρον.

ὡς δὲ μόλις·

p.152
συνεῖδον τὰ ἐπιθωρακίδια φοινικᾶ, λευκοῖς χρωμένων τῶν βασιλικῶν ἁπάντων, ἔγνωσαν πολεμίους ὄντας, εἷς οὖν ἐκείνων ἐτόλμησεν ἀγνοῶν ἐξόπισθεν βαλεῖν τὸν Κῦρον ἀκοντίῳ. τῆς δὲ περὶ τὴν ἰγνύαν φλεβὸς ἀναρραγείσης πεσὼν ὁ Κῦρος ἅμα παίει πρός τινι λίθῳ τὸν τετρωμένον κρόταφον καὶ ἀποθνῄσκει, τοιοῦτος μὲν ὁ Κτησίου λόγος, ᾧ καθάπερ ἀμβλεῖ ξιφιδίῳ μόλις ἀναιρῶν τὸν ἄνθρωπον ἀνῄρηκεν.

ἤδη δὲ αὐτοῦ τεθνηκότος Ἀρτασύρας ὁ βασιλέως ὀφθαλμὸς ἔτυχεν ἵππῳ παρεξελαύνων. γνωρίσας οὖν τοὺς εὐνούχους ὀλοφυρομένους ἠρώτησε τὸν πιστότατον αὐτῶν, τίνα τοῦτον,

paris.1624.1017
ὦ Παρίσκα, κλαίεις παρακαθήμενος ; ὁ δὲ εἶπεν οὐχ ὁρᾷς, ὦ Ἀρτασύρα, Κῦρον τεθνηκότα; θαυμάσας οὖν ὁ Ἀρτασύρας τῷ μὲν εὐνούχῳ θαρρεῖν παρεκελεύσατο καὶ φυλάττειν τὸν νεκρόν,

αὐτὸς δὲ συντείνας πρὸς τὸν Ἀρτοξέρξην, ἀπεγνωκότα μὲν ἤδη τὰ πράγματα, κακῶς δὲ καὶ τὸ σῶμα διακείμενον ὑπό τε δίψης καὶ τοῦ τραύματος, χαίρων φράζει ὡς αὐτὸς ἴδοι τεθνηκότα Κῦρον. ὁ δὲ πρῶτον μὲν εὐθὺς ὥρμησεν αὐτὸς ἰέναι, καὶ τὸν Ἀρτασύραν ἄγειν ἐκέλευσεν ἐπὶ τὸν τόπον· ἐπεὶ δὲ πολὺς ἦν λόγος τῶν Ἑλλήνων καὶ φόβος ὡς διωκόντων καὶ πάντα νικώντων καὶ κρατούντων, ἔδοξε πλείονας πέμψαι τοὺς κατοψομένους· καὶ τριάκοντα λαμπάδας ἔχοντες ἐπέμφθησαν.

αὐτῷ δὲ μικρὸν ἀπολείποντι τοῦ τεθνάναι διὰ τὸ διψῆν Σατιβαρζάνης

p.154
ὁ εὐνοῦχος περιθέων ἐζήτει ποτόν οὐ γὰρ εἶχε τὸ χωρίον ὕδωρ, οὐδὲ ἦν ἐγγὺς τὸ στρατόπεδον· μόλις οὖν ἐπιτυγχάνει τῶν Καυνίων ἐκείνων τῶν κακοβίων ἑνὸς ἐν ἀσκίῳ φαύλῳ διεφθαρμένον ὕδωρ καὶ πονηρὸν ἔχοντος, ὅσον ὀκτὼ κοτύλας καὶ λαβὼν τοῦτο καὶ κομίσας τῷ βασιλεῖ δίδωσιν. ἐκπιόντα δὲ ἅπαν ἠρώτησεν εἰ μὴ πάνυ δυσχεραίνει τὸ ποτόν.