Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἡ δὲ Κτησίου διήγησις, ὡς ἐπιτεμόντι πολλὰ συντόμως ἀπαγγεῖλαι, τοιαύτη τίς ἐστι. Κῦρος ἀποκτείνας Ἀρταγέρσην ἤλαυνεν εἰς αὐτὸν βασιλέα τὸν ἵππον, καὶ αὐτὸς εἰς ἐκεῖνον, ἀμφότεροι σιωπῇ· φθάνει δὲ βαλὼν Ἀριαῖος ὁ Κύρου φίλος βασιλέα, καὶ οὐκ ἔτρωσε· βασιλεὺς δὲ ἀφεὶς τὸ δόρυ Κύρου μὲν οὐκ ἔτυχε, Σατιφέρνην δέ, πιστὸν ἄνδρα Κύρῳ καὶ γενναῖον, ἔβαλε καὶ ἀπέκτεινε.

Κῦρος δʼ ἐπʼ αὐτὸν ἐξακοντίσας διὰ τοῦ θώρακος ἔτρωσε τὸ στῆθος, ὅσον ἐνδῦναι δύο δακτύλους τὸ ἀκόντιον, πεσεῖν δὲ αὐτὸν ὑπὸ τῆς πληγῆς ἀπὸ τοῦ ἵππου. φυγῆς δὲ καὶ ταραχῆς τῶν περὶ αὐτὸν γενομένης, ὁ μὲν ἀναστὰς μετʼ

p.150
ὀλίγων, ἐν οἷς καὶ Κτησίας ἦν, λόφον τινὰ πλησίον καταλαβὼν ἡσύχαζε Κῦρον δὲ τοῖς πολεμίοις ἐνειλούμενον ὁ ἵππος ἐξέφερεν ὑπὸ θυμοῦ μακράν, ἤδη σκότους ὄντος ἀγνοούμενον ὑπὸ τῶν πολεμίων καὶ ζητούμενον ὑπὸ τῶν φίλων.

ἐπαιρόμενος δὲ τῇ νίκῃ καὶ μεστὸς ὢν ὁρμῆς καὶ θράσους διεξήλαυνε βοῶν, Ἐξίστασθε, πενιχροί. τοῦτο δὲ περσιστὶ πολλάκις αὑτοῦ βοῶντος, οἱ μὲν ἐξίσταντο προσκυνοῦντες, ἀποπίπτει δὲ τῆς κεφαλῆς ἡ τιάρα τοῦ Κύρου. καὶ παρατρέχων νεανίας Πέρσης ὄνομα Μιθριδάτης ἀκοντίῳ βάλλει τὸν κρόταφον αὑτοῦ παρὰ τὸν ὀφθαλμόν, ἀγνοῶν ὅστις εἴη.