Artaxerxes

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ὁ μὲν πρῶτος Ἀρτοξέρξης, τῶν ἐν Πέρσαις βασιλέων πραότητι καὶ μεγαλοψυχίᾳ πρωτεύσας, Μακρόχειρ ἐπεκαλεῖτο τὴν δεξιὰν μείζονα τῆς ἑτέρας ἔχων, Ξέρξου δὲ ἦν υἱός· ὁ δὲ δεύτερος, περὶ οὗ τάδε γράφεται, Μνήμων ἐπικληθείς ἐκ θυγατρὸς ἦν ἐκεῖνον. Δαρείου γὰρ καὶ Παρυσάτιδος

paris.1624.1012
παῖδες ἐγένοντο τέσσαρες, πρεσβύτατος μὲν Ἀρτοξέρξης, μετʼ ἐκεῖνον δὲ Κῦρος, νεώτεροι δὲ τούτων Ὀστάνης καὶ Ὀξάθρης.

ὁ μὲν οὖν Κῦρος ἀπὸ Κύρου τοῦ παλαιοῦ τοὔνομα ἔσχεν, ἐκείνῳ δὲ ἀπὸ τοῦ ἡλίου γενέσθαι φασί Κῦρον γὰρ καλεῖν Πέρσας τὸν ἥλιον. ὁ δὲ Ἀρτοξέρξης Ἀρσίκας πρότερον ἐκαλεῖτο· καίτοι Δείνων φησὶν ὅτι Ὀάρσης, ἀλλὰ τὸν Κτησίαν, εἰ καὶ τἆλλα μύθων ἀπιθάνων καὶ παραφόρων ἐμβέβληκεν εἰς τὰ βιβλία παντοδαπὴν πυλαίαν, οὐκ εἰκός ἐστιν ἀγνοεῖν τοὔνομα τοῦ βασιλέως παρʼ ᾧ διέτριβε θεραπεύων αὐτὸν καὶ γυναῖκα καὶ μητέρα καὶ παῖδας.