Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

καὶ συνδραμόντων πανταχόθεν, ἡμέρα μὲν ὑπέλαμπεν ἤδη καὶ τὸ θέατρον ἦν ὄχλου μεστόν, ἔτι πρὸς τὴν ἄδηλον αἰωρουμένων φήμην καὶ σαφὲς οὐδὲν εἰδότων ὑπὲρ τῶν πραττομένων, πρίν γε δὴ προελθὼν ὁ κῆρυξ εἶπεν ὡς Ἄρατος ὁ Κλεινίου παρακαλεῖ τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν.

τότε δὲ πιστεύσαντες ἥκειν ἃ πάλαι προσεδόκων, ὥρμησαν ἀθρόοι πρὸς τὰς θύρας τοῦ

p.20
τυράννου πῦρ ἐπιφέροντες. ἤρθη δὲ φλὸξ μεγάλη καὶ καταφανὴς μέχρι Κ. ορίνθου τῆς οἰκίας ἀναφθείσης, ὥστε θαυμάσαντας τοὺς ἐν Κορίνθῳ παρὰ μικρὸν ὁρμῆσαι πρὸς τὴν βοήθειαν. ὁ μὲν
paris.1624.1031
οὖν Νικοκλῆς ἔλαθε διά τινων ὑπονόμων ὑπεκδὺς καὶ ἀποδρὰς ἐκ τῆς πόλεως,

οἱ δὲ στρατιῶται καταπαύσαντες μετὰ τῶν Σικυωνίων τὸ πῦρ διήρπαζον τὴν οἰκίαν. καὶ οὔτε ταῦτα ἐκώλυσεν ὁ Ἄρατος, τά τε λοιπὰ χρήματα τῶν τυράννων εἰς μέσον ἔθηκε τοῖς πολίταις. ἀπέθανε δὲ οὐδεὶς οὐδὲ ἐτρώθη τὸ παράπαν τῶν ἐπελθόντων οὐδὲ τῶν πολεμίων, ἀλλὰ καθαρὰν καὶ ἄθικτον αἵματος ἐμφυλίου τὴν πρᾶξιν ἡ τύχη διεφύλαξε.

κατήγαγε δὲ φυγάδας τοὺς μὲν ὑπὸ Νικοκλέους ἐκπεπτωκότας ὀγδοήκοντα, τοὺς δὲ ἐπὶ τῶν ἔμπροσθεν τυράννων οὐκ ἐλάττους πεντακοσίων, οἷς μακρὰ μὲν ἡ πλάνη καὶ ὁμοῦ τι πεντηκονταετὴς ἐγεγόνει. κατελθόντες δὲ οἱ πλεῖστοι πένητες, ὧν κύριοι πρότερον ἦσαν ἐπελαμβάνοντο, καὶ βαδίζοντες ἐπὶ τὰ χωρία καὶ τὰς οἰκίας δεινὴν ἀπορίαν τῷ Ἀράτῳ παρεῖχον, ἐπιβουλευομένην μὲν ἔξωθεν καὶ φθονουμένην ὑπʼ Ἀντιγόνου τὴν πόλιν ὁρῶντι διά τὴν ἐλευθερίαν, ταραττομένην δὲ ὑφʼ αὑτῆς καὶ στασιάζουσαν.

ὅθεν ἐκ τῶν παρόντων ἄριστα κρίνας προσέμιξεν αὐτὴν φέρων τοῖς Ἀχαιοῖς· καὶ Δωριεῖς ὄντες ὑπέδυσαν ἑκουσίως ὄνομα καὶ πολιτείαν τὴν Ἀχαιῶν οὔτε ἀξίωμα λαμπρὸν οὔτε μεγάλην ἰσχὺν ἐχόντων τότε. μικροπολῖται γὰρ ἦσαν οἱ πολλοί, καὶ γῆν οὔτε χρηστὴν οὔτε ἄφθονον

p.22
ἐκέκτηντο, καὶ θαλάττῃ προσῴκουν ἀλιμένῳ, τὰ πολλὰ κατὰ ῥαχίας ἐκφερομένῃ πρὸς τὴν ἤπειρον.