Aratus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
καὶ κατεῖχεν ἤδη πολὺς ὑλαγμὸς τὸ χωρίον, ὥστε τὸν πέραν φύλακα κραυγῇ μεγάλῃ πυνθάνεσθαι τοῦ κυνηγοῦ, πρός τίνα τραχέως οὕτως ὁ κύων ὑλακτεῖ, καὶ μή τι
p.18
γίνεται καινότερον. ὁ δʼ ἀπὸ τοῦ πύργου αὐτῷ[*](ἀπὸ αὐτῷ bracketed by Sint.2; Ziegler reads πρὸς αὐτόν, with Stephanus.) ἀντεφώνησε μηδὲν εἶναι δεινόν, ἀλλὰ τὸν κύνα πρὸς τὸ φῶς τῶν τειχοφυλάκων καὶ τὸν ψόφον τοῦ κώδωνος παρωξύνθαι.τοῦτο μάλιστα τοὺς Ἀράτου στρατιώτας ἐπέρρωσεν, οἰομένους τὸν κυνηγὸν ἐπικρύπτειν κοινωνοῦντα τῇ πράξει, εἶναι δὲ πολλοὺς καὶ ἄλλους ἐν τῇ πόλει τοὺς συνεργοῦντας. οὐ μὴν ἀλλὰ τῷ τείχει προσβαλόντων χαλεπὸς ἦν ὁ κίνδυνος καὶ μῆκος ἐλάμβανε, τῶν κλιμάκων κραδαινομένων εἰ μὴ καθʼ ἕνα καὶ σχολαίως ἀναβαίνοιεν ἡ δὲ ὥρα κατήπειγεν, ἤδη φθεγγομένων ἀλεκτρυόνων, καὶ ὅσον οὔπω τῶν ἐξ ἀγροῦ τι φέρειν εἰωθότων πρὸς ἀγορὰν ἐπερχομένων.