Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ὁ τὴν ἑωθινὴν φυλακὴν παραδιδοὺς ἐφώδευε κώδωνι, καὶ φῶτα πολλὰ καὶ θόρυβος ἦν τῶν ἐπιπορευομένων, οἱ δέ, ὥσπερ εἶχον, αὐτοῦ πτήξαντες ἐπὶ τῶν κλιμάκων τούτους μὲν οὐ χαλεπῶς ἔλαθον, ἄλλης δὲ φυλακῆς ἐναντίας ταύτῃ προσερχομένης εἰς τὸν ἔσχατον κίνδυνον ἦλθον.

ὡς δὲ κἀκείνην διέφυγον παρελθοῦσαν, εὐθὺς ἀνέβαινον οἱ πρῶτοι Μνασίθεος καὶ Ἔκδηλος, καὶ τὰς ἑκατέρωθεν ὁδοὺς τοῦ τείχους διαλαβόντες ἀπέστελλον Τέχνωνα πρὸς Ἄρατον ἐπείγεσθαι κελεύοντες.

ἦν δὲ οὐ πολὺ διάστημα ἀπὸ τοῦ κήπου πρὸς τὸ τεῖχος καὶ τὸν πύργον, ἐν ᾧ κύων μέγας ἐφρούρει θηρατικός. αὐτὸς μὲν οὖν οὐκ ᾔσθετο τὴν ἔφοδον, εἴτε φύσει νωθὴς ὢν, εἴτε μεθʼ ἡμέραν κατάκοπος γεγονώς. τῶν δὲ τοῦ κηπουροῦ κυναρίων κάτωθεν ἐκκαλουμένων αὐτόν ὑπεφθέγγετο τυφλὸν καὶ ἄσημον τὸ πρῶτον, εἶτα μᾶλλον ἐπέτεινε παρερχομένων.