Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

καὶ σύνθημα

paris.1624.1030
παραδοὺς Ἀπόλλωνα ὑπερδέξιον προῆγεν ἐπὶ τὴν πόλιν, συμμέτρως τῇ περιφορᾷ τῆς σελήνης ἐπιταχύνων καὶ πάλιν ἀνιεὶς τὴν πορείαν, ὥστε τῷ μὲν φωτὶ χρῆσθαι καθʼ ὁδόν, ἤδη δὲ δυομένης περὶ τὸν κῆπον εἶναι πλησίον τοῦ τείχους.

ἐνταῦθα Καφισίας ἀπήντησεν αὐτῷ, τῶν μὲν κυναρίων οὐ κρατήσας ἔφθη γὰρ ἀποπηδήσαντα, τὸν δὲ κηπουρὸν ἐγκεκλεικώς. ἀθύμους δὲ τοὺς πλείστους γενομένους καὶ κελεύοντας ἀπαλλάττεσθαι παρεθάρρυνεν ὁ Ἄρατος, ὡς ἀπάξων, ἂν οἱ κύνες ἄγαν ἐνοχλῶσιν αὐτοῖς.

ἅμα

p.16
δὲ τοὺς τὰς κλίμακας φέροντας προπέμψας, ὧν Ἔκδηλος ἡγεῖτο καὶ Μνασίθεος, αὐτὸς ἐπηκολούθει σχολαίως, ἤδη τῶν κυναρίων εὐτόνως ὑλακτούντων καὶ συμπαρατρεχόντων τοῖς περὶ τὸν Ἔκδηλον. οὐ μὴν ἀλλὰ προσέμιξάν τε τῷ τείχει καὶ προσήρεισαν τὰς κλίμακας ἀσφαλῶς. ἀναβαινόντων δὲ τῶν πρώτων,

ὁ τὴν ἑωθινὴν φυλακὴν παραδιδοὺς ἐφώδευε κώδωνι, καὶ φῶτα πολλὰ καὶ θόρυβος ἦν τῶν ἐπιπορευομένων, οἱ δέ, ὥσπερ εἶχον, αὐτοῦ πτήξαντες ἐπὶ τῶν κλιμάκων τούτους μὲν οὐ χαλεπῶς ἔλαθον, ἄλλης δὲ φυλακῆς ἐναντίας ταύτῃ προσερχομένης εἰς τὸν ἔσχατον κίνδυνον ἦλθον.

ὡς δὲ κἀκείνην διέφυγον παρελθοῦσαν, εὐθὺς ἀνέβαινον οἱ πρῶτοι Μνασίθεος καὶ Ἔκδηλος, καὶ τὰς ἑκατέρωθεν ὁδοὺς τοῦ τείχους διαλαβόντες ἀπέστελλον Τέχνωνα πρὸς Ἄρατον ἐπείγεσθαι κελεύοντες.