Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

πλὴν ἑνός γε τῶν συνήθων ἐν

p.120
τῷ δωματίῳ παρόντος ἀναπτύσας δίαιμον, ἰδόντος ἐκείνου καὶ θαυμάσαντος, ταῦτα, εἶπεν, ὦ Κεφάλων, ἐπίχειρα τῆς βασιλικῆς φιλίας.

οὕτω δὲ αὐτοῦ τελευτήσαντος ἐν Αἰγίῳ τὸ ἑπτακαιδέκατον στρατηγοῦντος, καὶ τῶν Ἀχαιῶν φιλοτιμουμένων ἐκεῖ γενέσθαι ταφὰς καὶ μνήματα πρέποντα τῷ βίῳ τὸν ἀνδρός, Σικυώνιοι συμφορὰν ἐποιοῦντο μὴ παρʼ αὐτοῖς τεθῆναι τὸ σῶμα.

καὶ τοὺς μὲν Ἀχαιοὺς ἔπεισαν ἐφιέναι, νόμου δὲ ὄντος ἀρχαίου μηδένα θάπτεσθαι τειχῶν ἐντός, ἰσχυρᾶς τε τῷ νόμῳ δεισιδαιμονίας προσούσης, ἔπεμψαν εἰς Δελφοὺς ὑπὲρ τούτων ἐρησόμενοι τὴν Πυθίαν. ἡ δὲ αὐτοῖς ἀναιρεῖ τὸν χρησμὸν τόνδε·

  1. βουλεύῃ, Σικυών, ζωάγριον αἰὲν Ἀράτου,
  2. ἀμφʼ ὁσίῃ θαλίῃ τε κατοιχομένοιο ἄνακτος;
  3. ὡς τὸ βαρυνόμενον τῷδʼ ἀνέρι καὶ τὸ βαρῦνον
  4. γαίης ἔστʼ ἀσέβημα καὶ οὐρανοῦ ἠδὲ θαλάσσης.