Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ὁ δὲ Ἄρατος ἀπορρέων ἤδη τῆς αὐλῆς καὶ κατὰ μικρὸν ἑαυτὸν ἀνακομιζόμενος ἐκ τῆς πρὸς τὸν Φίλιππον συνηθείας, διαβαίνοντος εἰς Ἤπειρὸν

paris.1624.1051
αὐτοῦ καὶ δεομένου συστρατεύειν, ἀπείπατο καὶ κατέμεινε, δεδιὼς ἀναπλησθῆναι δόξης πονηρᾶς ἀφʼ ὧν ἐκεῖνος ἔπραττεν.

ἐπεὶ δὲ τάς τε ναῦς ὑπὸ Ῥωμαίων ἀπολέσας αἴσχιστα καὶ ὅλως ἀποτυχὼν ταῖς πράξεσιν ἐπανῆλθεν εἰς Πελοπόννησον, καὶ τοὺς Μεσσηνίους αὖθις ἐπιχειρήσας φενακίζειν καὶ μὴ λαθὼν ἠδίκει φανερῶς καὶ τὴν

p.118
χώραν αὐτῶν ἐπόρθει, παντάπασιν ὁ Ἄρατος ἀπεστράφη καὶ διεβλήθη πρὸς αὐτόν, ἤδη καὶ τῶν περὶ τὴν γυναικωνῖτιν ἀδικημάτων αἰσθόμενος καὶ φέρων ἀνιαρῶς αὐτός, ἀποκρυπτόμενος δὲ τὸν υἱόν·

εἰδέναι γὰρ ὑβρισμένον περιῆν, ἄλλο δὲ οὐδέν, ἀμύνασθαι μὴ δυναμένῳ. μεγίστην γὰρ ὁ Φίλιππος δοκεῖ καὶ παραλογωτάτην μεταβαλέσθαι μεταβολήν, ἐξ ἡμέρου βασιλέως καὶ μειρακίου σώφρονος ἀνὴρ ἀσελγὴς καὶ τύραννος ἐξώλης γενόμενος, τὸ δὲ οὐκ ἦν ἄρα μεταβολὴ φύσεως, ἀλλʼ ἐπίδειξις ἐν ἀδείᾳ κακίας πολὺν χρόνον διὰ φόβον ἀγνοηθείσης.