Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ὁ δὲ Φίλιππος ἐκείνῳ μὲν οὐδὲν ἀντεῖπε, καίπερ ἐπίδοξος ὢν, ὑπʼ ὀργῆς καὶ πολλάκις ἐξυλακτήσας λέγοντος αὐτοῦ, τὸν δὲ πρεσβύτερον, ὡς ἐνηνοχὼς πράως τὰ λεχθέντα καί τις ὢν μέτριος καὶ πολιτικὸς τὴν φύσιν, ἀνέστησεν ἐκ τοῦ θεάτρου τὴν δεξιὰν ἐμβαλὼν, καὶ προσῆγεν εἰς τὸν Ἰθωμάταν τῷ τε Διὶ θύσων καὶ θεωρήσων τὸν τόπον.

ἔστι γὰρ οὐχ ἧττον εὐερκὴς τοῦ Ἀκροκορίνθου, καὶ λαβὼν φρουρὰν γίνεται χαλεπὸς καὶ δυσεκβίαστος τοῖς παροικοῦσιν. ἀναβὰς δὲ καὶ θύσας, ὡς προσήνεγκεν αὐτῷ τὰ σπλάγχνα τοῦ βοὸς ὁ μάντις, ἀμφοτέραις ταῖς χερσὶν ὑπολαβὼν ἐδείκνυε τῷ τε Ἀράτῳ καὶ τῷ Φαρίῳ Δημητρίῳ, παρὰ μέρος ἀποκλίνων εἰς ἑκάτερον καὶ πυνθανόμενος τί καθορῶσιν ἐν τοῖς ἱεροῖς, κρατοῦντα τῆς ἄκρας αὐτόν ἢ τοῖς Μεσσηνίοις ἀποδιδόντα.

γελάσας οὖν ὁ Δημήτριος, εἰ μὲν, ἔφη, μάντεως ἔχεις ψυχήν, ἀφήσεις τὸν τόπον εἰ δὲ βασιλέως, ἀμφοτέρων τῶν κεράτων τὸν βοῦν καθέξεις, αἰνιττόμενος τὴν

p.116
Πελοπόννησον, ὡς, εἰ προσλάβοι τὸν Ἰθωμάταν τῷ Ἀκροκορίνθῳ, παντάπασιν ἐσομένην ὑποχείριον καὶ ταπεινήν.

ὁ δὲ Ἄρατος ἐπὶ πολὺ μὲν ἡσύχαζε, δεομένου δὲ τοῦ Φιλίππου τὸ φαινόμενον λέγειν, πολλὰ μὲν, εἶπεν, ὦ Φίλιππε, Κρητῶν ὄρη καὶ μεγάλα, πολλαὶ δὲ Βοιωτῶν ἄκραι καὶ Φωκέων ἐκπεφύκασι τῆς γῆς· εἰσὶ δέ που πολλοὶ καὶ τῆς Ἀκαρνάνων τοῦτο μὲν χερσαῖοι, τοῦτο δʼ ἔναλοι τόποι θαυμαστὰς ὀχυρότητας ἔχοντες· ἀλλʼ οὐδένα τούτων κατείληφας, καὶ πάντες ἑκουσίως σοι ποιοῦσι τὸ προστασσόμενον.