Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ὡς δʼ ἐκείνου μὲν καταφρονουμενου τελέως ὑπὸ τῶν Ἀχαιῶν, τοῦ δὲ Ἀράτου παραμελοῦντος ἐγίνετο τῶν χρησίμων οὐδέν, ἔγνω διαμαρτάνων τοῦ παντὸς ὁ Φίλιππος, καί ἀνακρουσάμενος αὖθις ἐπὶ τὸν Ἄρατον ὅλος ἦν ἐκεῖνον, καί τῶν πραγμάτων αὐτῷ πρός τε δύναμιν καί πρός εὐδοξίαν ἐπιδιδόντων ἐξήρτητο τοῦ ἀνδρός, ὡς διʼ ἐκεῖνον εὐδοκιμῶν καί αὐξόμενος.

ἐδόκει τε πᾶσιν ὁ Ἄρατος οὐ μόνον δημοκρατίας, ἀλλὰ καί βασιλείας ἀγαθὸς εἶναι παιδαγωγός· ἡ γὰρ προαίρεσις αὐτοῦ καί τὸ ἦθος ὡς χρῶμα ταῖς πράξεσι τοῦ βασιλέως ἐπεφαίνετο. καί γὰρ ἡ πρός Λακεδαιμονίους ἁμαρτόντας μετριότης τοῦ νεανίσκου καί ἡ πρός Κρῆτας ὁμιλία, διʼ ἧς ὅλην προσηγάγετο τὴν νῆσον ἡμέραις ὀλίγαις, ἥ τε πρός Αἰτωλοὺς στρατεία γενομένη θαυμαστῶς ἐνεργός εὐπειθείας μὲν τῷ Φιλίππῳ δόξαν, εὐβουλίας δὲ τῷ Ἀράτῳ προσετίθει.

καί διὰ ταῦτα μᾶλλον οἱ βασιλικοὶ φθονοῦντες, ὡς οὐδὲν ἐπέραινον κρύφα διαβάλλοντες, ἀναφανδὸν ἐλοιδοροῦντο καὶ προσέκρουον αὐτῷ παρὰ τοὺς πότους μετὰ

p.112
πολλῆς ἀσελγείας καί βωμολοχίας· ἅπαξ δὲ καί λίθοις βάλλοντες ἀπιόντα εἰς τὴν σκηνὴν μετὰ τὸ δεῖπνον κατεδίωξαν. ἐφʼ οἷς ὁ Φίλιππος ὀργισθείς εὐθὺς μὲν αὐτοὺς ἐζημίωσεν εἴκοσι ταλάντοις, ὕστερον δὲ λυμαίνεσθαι τὰ πράγματα καὶ ταράττειν δοκοῦντας ἀπέκτεινεν.

ἐπεὶ δὲ τῆς τύχης εὐροούσης ἐπαιρόμενος τοῖς πράγμασι πολλὰς μὲν ἀνέφυε καὶ μεγάλας ἐπιθυμίας, ἡ δʼ ἔμφυτος κακία, τὸν παρὰ

paris.1624.1050
φύσιν σχηματισμὸν ἐκβιαζομένη καὶ ἀναδύουσα, κατὰ μικρὸν ἀπεγύμνου καὶ διέφαινεν αὐτοῦ τὸ ἦθος, πρῶτον μὲν ἰδίᾳ τὸν νεώτερον Ἄρατον ἠδίκει περὶ τὴν γυναῖκα καὶ πολὺν χρόνον ἐλάνθανεν ἐφέστιος ὢν καὶ ξενιζόμενος ὑπʼ αὐτῶν· ἔπειτα πρὸς τὰς Ἑλληνικὰς ἐξετραχύνετο πολιτείας καὶ φανερὸς ἦν ἤδη τὸν Ἄρατον ἀποσειόμενος.

ἀρχὴν δὲ ὑποψίας τὰ Μεσσηνιακὰ παρέσχε, στασιασάντων γὰρ αὐτῶν ὁ μὲν Ἄρατος ὑστέρει βοηθῶν, ὁ δὲ Φίλιππος ἡμέρᾳ μιᾷ πρότερον ἐλθὼν εἰς τὴν πόλιν εὐθὺς οἶστρόν τινα κατʼ ἀλλήλων ἐνέβαλε τοῖς ἀνθρώποις, ἰδίᾳ μὲν ἐρωτῶν τούς στρατηγοὺς τῶν Μεσσηνίων εἰ νόμους κατὰ τῶν πολλῶν οὐκ ἔχουσιν, ἰδίᾳ δὲ πάλιν τούς τῶν πολλῶν προεστῶτας εἰ χεῖρας κατὰ τῶν τυραννούντων οὐκ ἔχουσιν.

ἐκ δὲ τούτου θαρρήσαντες οἱ μὲν ἄρχοντες ἐπελαμβάνοντο τῶν δημαγωγῶν, ἐκεῖνοι δὲ μετὰ τῶν πολλῶν

p.114
ἐπελθόντες τούς τε ἄρχοντας ἀπέκτειναν καὶ τῶν ἄλλων ὀλίγον ἀπολείποντας διακοσίων.