Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἐν δὲ ταῖς Πηγαῖς δόντες καὶ λαβόντες ὅρκους εὐθὺς ἐβάδιζον ἐπὶ τοὺς πολεμίους, καὶ περὶ τὴν πόλιν ἀγῶνες ἦσαν, εὖ πεφραγμένου

p.102
τοῦ Κλεομένους καὶ τῶν Κορινθίων ἀμυνομένων προθύμως. ἐν τούτῳ δὲ Ἀριστοτέλης ὁ Ἀργεῖος φίλος ὢν Ἀράτου διαπέμπεται κρύφα πρὸς αὐτόν, ὡς ἀποστήσων τὴν πόλιν, εἰ στρατιώτας ἐκεῖνος ἔχων ἔλθοι.

τοῦ δὲ Ἀράτου φράσαντος τῷ Ἀντιγόνῳ καὶ μετὰ χιλίων καὶ πεντακοσίων εἰς Ἐπίδαυρον ἐξ Ἰσθμοῦ πλοίοις κομιζομένου κατὰ τάχος, οἱ μὲν Ἀργεῖοι προεξαναστάντες ἐπέθεντο τοῖς τοῦ Κλεομένους καὶ κατέκλεισαν εἰς τὴν ἀκρόπολιν, ὁ δὲ Κλεομένης πυθόμενος

paris.1624.1048
ταῦτα, καὶ δείσας μὴ κατασχόντες οἱ πολέμιοι τὸ Ἄργος ἀποκόψωσιν αὐτὸν τῆς οἴκαδε σωτηρίας, ἐκλιπὼν Τὸν Ἀκροκόρινθον ἔτι νυκτὸς ἐβοήθει.

καὶ παρελθὼν μὲν εἰς Ἄργος ἔφθη καὶ τροπήν τινα τῶν πολεμίων ἐποίησεν, ὀλίγῳ δὲ ὕστερον Ἀράτου προσφερομένου καὶ τοῦ βασιλέως ἐπιφαινομένου μετὰ τῆς δυνάμεως ἀπεχώρησεν εἰς Μαντίνειαν. ἐκ τούτου τοῖς μὲν Ἀχαιοῖς πάλιν αἱ πόλεις ἅπασαι προσεχώρησαν, Ἀντίγονος δὲ Τὸν Ἀκροκόρινθον παρέλαβεν, Ἄρατος δὲ στρατηγὸς αἱρεθεὶς ὑπʼ Ἀργείων ἔπεισεν αὐτοὺς Ἀντιγόνῳ τά τε τῶν τυράννων καὶ τὰ τῶν προδοτῶν χρήματα δωρεὰν δοῦναι.

τὸν δὲ Ἀριστόμαχον ἐν Κεγχρεαῖς στρεβλώσαντες κατεπόντισαν, ἐφʼ ᾧ καὶ μάλιστα κακῶς ἤκουσεν ὁ Ἄρατος, ὡς ἄνθρωπον οὐ πονηρόν, ἀλλὰ καὶ κεχρημένον ἐκείνῳ καὶ πεπεισμένον ἀφεῖναι τὴν ἀρχὴν καὶ προσαγαγεῖν τοῖς Ἀχαιοῖς τὴν πόλιν, ὅμως περιιδὼν παρανόμως ἀπολλύμενον.