Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

τοῦ δʼ Ἀντιγόνου πρὸς προσιόντος ἤδη μετὰ τῆς δυνάμεως ἦγε δὲ πεζοὺς δισμυρίους Μακεδόνας, ἱππεῖς δὲ χιλίους καὶ τριακοσίους ἀπήντα μετὰ τῶν δημιουργῶν ὁ Ἄρατος αὐτῷ κατὰ θάλατταν εἰς Πηγάς, λαθὼν τοὺς πολεμίους, οὐ πάνυ τι θαρρῶν τὸν Ἀντίγονον οὐδὲ πιστεύων τοῖς Μακεδόσιν. ᾔδει γὰρ ηὐξημένον ἑαυτὸν ἐζ ὧν ἐκείνους κακῶς ἐποίησε καὶ πρώτην εἰληφότα μεγίστην ὑπόθεσιν τῆς πολιτείας τὴν πρὸς Ἀντίγονον τὸν παλαιὸν ἔχθραν.

ἀλλὰ ὁρῶν ἀπαραίτητον ἐπικειμένην ἀνάγκην καὶ τὸν καιρόν, ᾧ δουλεύουσιν οἱ δοκοῦντες ἄρχειν, ἐχώρει πρὸς τὸ δεινόν. ὁ δὲ Ἀντίγονος, ὥς τις αὐτῷ προσιόντα τὸν Ἄρατον ἔφρασε, τοὺς μὲν ἄλλους ἠσπάσατο μετρίως καὶ κοινῶς, ἐκεῖνον δὲ καὶ περὶ τὴν πρώτην ἀπάντησιν ἐδέξατο τῇ τιμῇ περιττῶς, καὶ τἆλλα πειρώμενος ἀνδρὸς ἀγαθοῦ καὶ νοῦν ἔχοντος ἐνδοτέρω τῆς χρείας προσηγάγετο.

καὶ γὰρ ἦν ὁ Ἄρατος οὐ μόνον ἐν πράγμασι

p.100
μεγάλοις ὠφέλιμος, ἀλλὰ καὶ σχολάζοντι βασιλεῖ συγγενέσθαι παρʼ ὁντινοῦν ἐπίχαρις. διό, καίπερ ὢν νέος ὁ Ἀντίγονος, ὡς κατενόησε τὴν φύσιν τοῦ ἀνδρὸς μηδὲν ἀργὸν εἰς φιλίαν βασιλικὴν οὖσαν, οὐ μόνον Ἀχαιῶν, ἀλλὰ καὶ Μακεδόνων τῶν σὺν αὐτῷ πάντων μάλιστα[*](πάντων μάλιστα Coraës and Ziegler, after Reiske: πάντα. ) χρώμενος ἐκείνῳ διετέλει·

καὶ τὸ σημεῖον ἀπέβαινεν ὡς ὁ θεὸς ἐπὶ τῶν ἱερῶν ἔδειξε. λέγεται γὰρ οὐ πρὸ πολλοῦ θύοντι τῷ Ἀράτῳ δύο χολὰς ἐν ἥπατι φανῆναι μιᾷ πιμελῇ περιεχομένας· καὶ τὸν μάντιν εἰπεῖν ὡς ταχὺ πρὸς τὰ ἔχθιστα καὶ πολεμιώτατα σύνεισιν εἰς ἄκραν φιλίαν. τότε μὲν οὖν παρήνεγκε τὸ ῥηθέν, οὐδὲ ἄλλως πολὺ νέμων πίστεως ἱεροῖς καὶ μαντεύμασιν, ἀλλὰ τῷ λογισμῷ χρώμενος.

ἐπεὶ δὲ ὕστερον εὖ χωροῦντι τῷ πολέμῳ συναγαγὼν ὁ Ἀντίγονος ἑστίασιν ἐν Κορίνθῳ καὶ πολλοὺς ὑποδεχόμενος τὸν Ἄρατον ἐπάνω κατέκλινεν ἑαυτοῦ, καὶ μετὰ μικρὸν αἰτήσας περιβόλαιον ἠρώτησεν εἰ δοκεῖ κἀκείνῳ ψῦχος εἶναι, τοῦ δὲ καὶ πάνυ ῥιγοῦν φήσαντος, ἐκέλευσε προσχωρεῖν ἐγγυτέρω καὶ δάπιδος κομισθείσης ἀμφοτέρους ὁμοῦ περιέβαλον οἱ παῖδες, τότε δὴ τὸν Ἄρατον ἀναμνησθέντα τῶν ἱερῶν ἐκείνων γέλως ἔλαβε, καὶ διηγεῖτο τῷ βασιλεῖ τὸ σημεῖον καὶ τὴν προαγόρευσιν. ἀλλὰ ταῦτα μὲν ἐπράχθη χρόνοις ὕστερον.