Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

οὕτως δὲ ὑπεκδύς καὶ τοῖς ὑπαντῶσι τῶν Κορινθίων ἀθορύβως διαλεγόμενος καὶ κελεύων πρὸς τὸ Ἀπολλώνιον βαδίζειν, ὡς ἔλαθε πλησίον τῆς ἄκρας γενόμενος, ἀναπηδήσας ἐπὶ τὸν ἵππον καὶ Κλεοπάτρῳ τῷ ἄρχοντι τῆς φρουρᾶς διακελευσάμενος ἐγκρατῶς

p.94
φυλάττειν ἀφίππευσεν εἰς Σικυῶνα, τριάκοντα μὲν αὐτῷ στρατιωτῶν ἑπομένων, τῶν δὲ ἄλλων ἐγκαταλιπόντων καὶ διαρρυέντων.

αἰσθόμενοι δʼ οἱ Κορίνθιοι μετʼ ὀλίγον τὴν ἀπόδρασιν αὐτοῦ καὶ διώξαντες, ὡς οὐ κατέλαβον, μετεπέμψαντο τὸν Κλεομένη καὶ παρέδοσαν τὴν πόλιν οὐδὲν οἰομένῳ λαμβάνειν παρʼ αὐτῶν τοσοῦτον ὅσου διήμαρτεν ἀφέντων Ἄρατον. οὗτος μὲν οὖν, προσγενομένων αὐτῷ τῶν τὴν λεγομένην Ἀκτὴν κατοικούντων καὶ τὰς πόλεις ἐγχειρισάντων, ἀπεσταύρου καὶ περιετείχιζε τὸν Ἀκροκόρινθον.

τῷ δὲ Ἀράτῳ συνῆλθον εἰς Σικυῶνα τῶν Ἀχαιῶν οὐ πολλοί·[*](οὐ πολλοί Ziegler, with Sg and most good MSS.: οἱ πολλοί.) καὶ γενομένης ἐκκλησίας ᾑρέθη στρατηγὸς αὐτοκράτωρ, καὶ περιεστήσατο φρουρὰν ἐκ τῶν ἑαυτοῦ πολιτῶν, τριάκοντα μὲν ἔτη καὶ τρία πεπολιτευμένος ἐν τοῖς Ἀχαιοῖς, πεπρωτευκὼς δὲ καὶ δυνάμει καὶ δόξῃ τῶν Ἑλλήνων, τότε δὲ ἔρημος καὶ ἄπορος συντετριμμένος, ὥσπερ ἐπὶ ναυαγίου τῆς πατρίδος ἐν τοσούτῳ σάλῳ καὶ κινδύνῳ διαφερόμενος.

καὶ γὰρ Αἰτωλοὶ δεομένου βοηθεῖν ἀπείπαντο, καὶ τὴν Ἀθηναίων πόλιν χάριτι τοῦ Ἀράτου πρόθυμον οὖσαν οἱ περὶ Εὐρυκλείδην καὶ Μικίωνα διεκώλυσαν. ὄντων δὲ τῷ Ἀράτῳ καὶ χρημάτων ἐν Κορίνθῳ καὶ οἰκίας, ὁ Κλεομένης ἥψατο μὲν οὐδενός οὐδὲ ἄλλον εἴασε, μεταπεμψάμενος δὲ τοὺς φίλους αὐτοῦ καὶ τοὺς διοικητάς ἐκέλευε

p.96
πάντα διοικεῖν[*](διοικεῖν suggested by Sintenis, with comparison of Cleomenes, xix. 3: ποιεῖν. ) καὶ φυλάσσειν ὡς Ἀράτῳ λόγον ὑφέξοντας·

ἰδίᾳ δὲ πρὸς αὐτὸν ἔπεμψε Τρίπυλον καὶ πάλιν Μεγιστόνουν τὸν πατρῳόν ὑπισχνούμενος ἄλλα τε πολλὰ καὶ δώδεκα τάλαντα σύνταξιν ἐνιαύσιον, ὑπερβαλλόμενος τῷ ἡμίσει Πτολεμαῖον ἐκεῖνος γὰρ ἓξ τάλαντα τῷ Ἀράτῳ κατʼ ἐνιαυτὸν ἀπέστελλεν. ἠξίου δὲ τῶν Ἀχαιῶν ἡγεμὼν ἀναγορευθῆναι καὶ κοινῇ μετʼ αὐτῶν φυλάσσειν τὸν Ἀκροκόρινθον.

τοῦ δὲ Ἀράτου φήσαντος ὡς οὐκ ἔχοι τὰ πράγματα, μᾶλλον δὲ ὑπʼ αὐτῶν ἔχοιτο, καὶ κατειρωνεύσασθαι δόξαντος, ἐμβαλὼν εὐθὺς τὴν Σικυωνίαν ἐπόρθει καὶ κατέφθειρε καὶ προσεκάθητο τῇ πόλει τρεῖς μῆνας, ἐγκαρτεροῦντος τοῦ Ἀράτου καὶ διαποροῦντος εἰ δέξεται τὸν Ἀντίγονον ἐπὶ τῷ παραδοῦναι τὸν Ἀκροκόρινθον· ἄλλως γὰρ οὐκ ἐβούλετο βοηθεῖν.