Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ὁ δὲ ἧκε μὲν αὐτὸς ἐφελκόμενος τὸν ἵππον ὡς οὐκ ἀπιστῶν οὐδὲ ὑποπτεύων, ἀναπηδησάντων δὲ πολλῶν καὶ λοιδορουμένων αὐτῷ καὶ κατηγορούντων εὖ πως καθεστῶτι τῷ προσώπῳ καὶ τῷ λόγῳ πράως ἐκέλευε καθίσαι καὶ μὴ βοᾶν ἀτάκτως ἑστῶτας, ἀλλὰ καὶ τοὺς περὶ θύρας ὄντας εἴσω παριέναι· καὶ ταῦθʼ ἅμα λέγων ὑπεξῄει βάδην ὡς παραδώσων τινὶ τὸν ἵππον.

οὕτως δὲ ὑπεκδύς καὶ τοῖς ὑπαντῶσι τῶν Κορινθίων ἀθορύβως διαλεγόμενος καὶ κελεύων πρὸς τὸ Ἀπολλώνιον βαδίζειν, ὡς ἔλαθε πλησίον τῆς ἄκρας γενόμενος, ἀναπηδήσας ἐπὶ τὸν ἵππον καὶ Κλεοπάτρῳ τῷ ἄρχοντι τῆς φρουρᾶς διακελευσάμενος ἐγκρατῶς

p.94
φυλάττειν ἀφίππευσεν εἰς Σικυῶνα, τριάκοντα μὲν αὐτῷ στρατιωτῶν ἑπομένων, τῶν δὲ ἄλλων ἐγκαταλιπόντων καὶ διαρρυέντων.

αἰσθόμενοι δʼ οἱ Κορίνθιοι μετʼ ὀλίγον τὴν ἀπόδρασιν αὐτοῦ καὶ διώξαντες, ὡς οὐ κατέλαβον, μετεπέμψαντο τὸν Κλεομένη καὶ παρέδοσαν τὴν πόλιν οὐδὲν οἰομένῳ λαμβάνειν παρʼ αὐτῶν τοσοῦτον ὅσου διήμαρτεν ἀφέντων Ἄρατον. οὗτος μὲν οὖν, προσγενομένων αὐτῷ τῶν τὴν λεγομένην Ἀκτὴν κατοικούντων καὶ τὰς πόλεις ἐγχειρισάντων, ἀπεσταύρου καὶ περιετείχιζε τὸν Ἀκροκόρινθον.

τῷ δὲ Ἀράτῳ συνῆλθον εἰς Σικυῶνα τῶν Ἀχαιῶν οὐ πολλοί·[*](οὐ πολλοί Ziegler, with Sg and most good MSS.: οἱ πολλοί.) καὶ γενομένης ἐκκλησίας ᾑρέθη στρατηγὸς αὐτοκράτωρ, καὶ περιεστήσατο φρουρὰν ἐκ τῶν ἑαυτοῦ πολιτῶν, τριάκοντα μὲν ἔτη καὶ τρία πεπολιτευμένος ἐν τοῖς Ἀχαιοῖς, πεπρωτευκὼς δὲ καὶ δυνάμει καὶ δόξῃ τῶν Ἑλλήνων, τότε δὲ ἔρημος καὶ ἄπορος συντετριμμένος, ὥσπερ ἐπὶ ναυαγίου τῆς πατρίδος ἐν τοσούτῳ σάλῳ καὶ κινδύνῳ διαφερόμενος.

καὶ γὰρ Αἰτωλοὶ δεομένου βοηθεῖν ἀπείπαντο, καὶ τὴν Ἀθηναίων πόλιν χάριτι τοῦ Ἀράτου πρόθυμον οὖσαν οἱ περὶ Εὐρυκλείδην καὶ Μικίωνα διεκώλυσαν. ὄντων δὲ τῷ Ἀράτῳ καὶ χρημάτων ἐν Κορίνθῳ καὶ οἰκίας, ὁ Κλεομένης ἥψατο μὲν οὐδενός οὐδὲ ἄλλον εἴασε, μεταπεμψάμενος δὲ τοὺς φίλους αὐτοῦ καὶ τοὺς διοικητάς ἐκέλευε

p.96
πάντα διοικεῖν[*](διοικεῖν suggested by Sintenis, with comparison of Cleomenes, xix. 3: ποιεῖν. ) καὶ φυλάσσειν ὡς Ἀράτῳ λόγον ὑφέξοντας·