Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ὁ δὲ εὐημερῶν παρὰ τοῖς Ἀχαιοῖς καὶ βουλόμενος εἰς τὴν Λακωνικὴν ἐμβαλεῖν ἐκάλει τὸν Ἄρατον ἐξ Ἀθηνῶν, ὁ δὲ ἔγραφε μὲν αὐτῷ τὴν στρατείαν ἀπαγορεύων καὶ[*](καὶ bracketed by Sint.2 ) τῷ Κλεομένει θράσος

p.82
ἔχοντι καὶ παραβόλως αὐξανομένῳ συμπλέκεσθαι τοὺς Ἀχαιοὺς μὴ βουλόμενος, ὡρμημένου δὲ πάντως ὑπήκουσε καὶ παρὼν συνεστράτευεν.

ὅτε δὴ καὶ κωλύσας περὶ τὸ Παλλάντιον τοῦ Κλεομένους ἐπιφανέντος αὐτοῖς μάχην συνάψαι τὸν Ἀριστόμαχον ὑπὸ Λυδιάδου κατηγορήθη, καὶ περὶ τῆς στρατηγίας εἰς ἀγῶνα καὶ ἀντιπαραγγελίαν αὐτῷ καταστάς ἐκράτησε τῇ χειροτονίᾳ καὶ τὸ δωδέκατον ᾑρέθη στρατηγός.

ἐν ταύτῃ τῇ στρατηγίᾳ περὶ τὸ Λύκαιον ἡττηθεὶς ὑπὸ τοῦ Κλεομένους ἔφυγε· καὶ

paris.1624.1044
πλανηθεὶς νυκτὸς ἔδοξε μὲν τεθνάναι καὶ πάλιν οὗτος ὁ λόγος κατʼ αὐτοῦ πολὺς ἐξεφοίτησεν εἰς τοὺς Ἕλληνας· ἀνασωθεὶς δὲ καὶ τοὺς στρατιώτας συναγαγών οὐκ ἠγάπησεν ἀσφαλῶς ἀπελθεῖν,

ἀλλʼ ἄριστα τῷ καιρῷ χρησάμενος οὐδενὸς προσδοκῶντος οὐδὲ συλλογιζομένου τὸ μέλλον ἐξαίφνης ἐπέπεσε Μαντινεῦσι συμμάχοις οὖσι τοῦ Κλεομένους· καὶ τὴν πόλιν ἑλών φρουρὰν ἐνέβαλε καὶ τοὺς μετοίκους πολίτας ἐποίησεν αὐτῶν, καὶ μόνος ἃ νικῶντες οὐκ ἂν ῥᾳδίως ἔσχον ἐκτήσατο νενικημένοις τοῖς Ἀχαιοῖς.

αὖθις δὲ τῶν Λακεδαιμονίων ἐπὶ Μεγάλην πόλιν στρατευσάντων βοηθήσας ὤκνει μὲν ἁψιμαχοῦντι τῷ Κλεομένει λαβὴν παρασχεῖν καὶ τοῖς Μεγαλοπολίταις βιαζομένοις ἀντεῖχεν, οὔτε ἄλλως πρὸς τὰς κατὰ στόμα μάχας εὖ πεφυκώς καὶ τότε λειπόμενός τε πλήθει καὶ πρὸς ἄνδρα τολμητὴν καὶ νέον ἤδη παρακμάζοντι τῷ θυμῷ καὶ κεκολασμένῃ τῇ φιλοτιμίᾳ συνεστηκώς, καὶ

p.84
νομίζων ἣν διὰ τοῦ τολμᾶν ἐκεῖνος ἐξ οὐχ ὑπαρχόντων ἐκτᾶτο δόξαν αὑτῷ κεκτημένῳ φυλακτέον εἶναι διὰ τῆς εὐλαβείας.

οὐ μὴν ἀλλὰ τῶν ψιλῶν ἐκδραμόντων καὶ ὠσαμένων τοὺς Σπαρτιάτας ἄχρι τὸν στρατοπέδου καὶ περὶ τὰς σκηνὰς διασπαρέντων, ὁ μὲν Ἄρατος οὐδʼ ὥς ἐπήγαγεν, ἀλλʼ ἐν μέσῳ λαβὼν χαράδραν ἐπέστησε καὶ κατεκώλυσε διαβῆναι τοὺς ὁπλίτας· ὁ δὲ Λυδιάδης περιπαθῶν πρὸς τὰ γιγνόμενα καὶ τὸν Ἄρατον κακίζων ἀνεκαλεῖτο τοὺς ἱππεῖς ὡς αὑτόν, ἀξιῶν ἐπιφανῆναι τοῖς διώκουσι καὶ μὴ προέσθαι τὸ νίκημα μηδὲ ἐγκαταλιπεῖν αὑτόν ὑπὲρ τῆς πατρίδος ἀγωνιζόμενον.

πολλῶν δὲ συστραφέντων καὶ ἀγαθῶν ἐπιρρωσθεὶς ἐνέβαλε τῷ δεξιῷ τῶν πολεμίων καὶ τρεψάμενος ἐδίωκεν, ὑπὸ θυμοῦ καὶ φιλοτιμίας ἀταμιεύτως ἐπισπασθεὶς εἰς χωρία σκολιὰ καὶ μεστὰ δένδρων πεφυτευμένων καὶ τάφρων πλατειῶν, ἐν οἷς ἐπιθεμένου τοῦ Κλεομένους ἔπεσε λαμπρῶς ἀγωνισάμενος τὸν κάλλιστον τῶν ἀγώνων ἐπὶ θύραις τῆς πατρίδος.

οἱ δʼ ἄλλοι φεύγοντες εἰς τὴν φάλαγγα καὶ συνταράξαντες τοὺς ὁπλίτας ὅλον τὸ στράτευμα τῆς ἥττης ἐνέπλησαν. αἰτίαν δὲ μεγάλην ὁ Ἄρατος ἔλαβε δόξας προέσθαι τὸν Λυδιάδην· καὶ βιασθεὶς ὑπὸ τῶν Ἀχαιῶν ἀπερχομένων πρὸς ὀργήν ἠκολούθησεν αὐτοῖς εἰς Αἴγιον. ἐκεῖ δὲ συνελθόντες ἐψηφίσαντο μὴ διδόναι χρήματα αὐτῷ μηδὲ μισθοφόρους τρέφειν ἀλλʼ αὑτῷ πορίζειν, εἰ δέοιτο πολεμεῖν.

p.86