Aratus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
ἔνθα δὴ μάλιστα φανερὰν ἐποίησαν οἱ σύνεδροι τῶν Ἀχαιῶν τὴν πρὸς τὸν Ἄρατον εὔνοιαν καὶ πίστιν. ἀντειπόντος μὲν γὰρ αὐτοῦ διʼ ὀργήν ἀπήλασαν τοὺς περὶ τὸν Ἀριστόμαχον ἐπεὶ δὲ συμπεισθεὶς πάλιν αὐτὸς ἤρξατο περὶ αὐτῶν διαλέγεσθαι παρὼν, πάντα ταχέως καὶ προθύμως ἐψηφίσαντο, καὶ προσεδέξαντο μὲν τοὺς Ἀργείους καὶ Φλιασίους εἰς τὴν πολιτείαν, ἐνιαυτῷ δὲ ὕστερον καὶ τὸν Ἀριστόμαχον εἵλοντο στρατηγόν.
ὁ δὲ εὐημερῶν παρὰ τοῖς Ἀχαιοῖς καὶ βουλόμενος εἰς τὴν Λακωνικὴν ἐμβαλεῖν ἐκάλει τὸν Ἄρατον ἐξ Ἀθηνῶν, ὁ δὲ ἔγραφε μὲν αὐτῷ τὴν στρατείαν ἀπαγορεύων καὶ[*](καὶ bracketed by Sint.2 ) τῷ Κλεομένει θράσος
ὅτε δὴ καὶ κωλύσας περὶ τὸ Παλλάντιον τοῦ Κλεομένους ἐπιφανέντος αὐτοῖς μάχην συνάψαι τὸν Ἀριστόμαχον ὑπὸ Λυδιάδου κατηγορήθη, καὶ περὶ τῆς στρατηγίας εἰς ἀγῶνα καὶ ἀντιπαραγγελίαν αὐτῷ καταστάς ἐκράτησε τῇ χειροτονίᾳ καὶ τὸ δωδέκατον ᾑρέθη στρατηγός.
ἐν ταύτῃ τῇ στρατηγίᾳ περὶ τὸ Λύκαιον ἡττηθεὶς ὑπὸ τοῦ Κλεομένους ἔφυγε· καὶ
ἀλλʼ ἄριστα τῷ καιρῷ χρησάμενος οὐδενὸς προσδοκῶντος οὐδὲ συλλογιζομένου τὸ μέλλον ἐξαίφνης ἐπέπεσε Μαντινεῦσι συμμάχοις οὖσι τοῦ Κλεομένους· καὶ τὴν πόλιν ἑλών φρουρὰν ἐνέβαλε καὶ τοὺς μετοίκους πολίτας ἐποίησεν αὐτῶν, καὶ μόνος ἃ νικῶντες οὐκ ἂν ῥᾳδίως ἔσχον ἐκτήσατο νενικημένοις τοῖς Ἀχαιοῖς.
αὖθις δὲ τῶν Λακεδαιμονίων ἐπὶ Μεγάλην πόλιν στρατευσάντων βοηθήσας ὤκνει μὲν ἁψιμαχοῦντι τῷ Κλεομένει λαβὴν παρασχεῖν καὶ τοῖς Μεγαλοπολίταις βιαζομένοις ἀντεῖχεν, οὔτε ἄλλως πρὸς τὰς κατὰ στόμα μάχας εὖ πεφυκώς καὶ τότε λειπόμενός τε πλήθει καὶ πρὸς ἄνδρα τολμητὴν καὶ νέον ἤδη παρακμάζοντι τῷ θυμῷ καὶ κεκολασμένῃ τῇ φιλοτιμίᾳ συνεστηκώς, καὶ