Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

τοῦτο δὴ τότε τὴν ἱέρειαν ἐξενεγκαμένην καὶ τρέπουσαν ἀεὶ κατὰ τοὺς Αἰτωλοὺς ἀντιπρόσωπον ἔκφρονας καταστῆσαι καὶ παρελέσθαι τὸν λογισμόν. ὁ δὲ Ἄρατος οὐδὲν ἐν τοῖς ὑπομνήμασιν εἴρηκε τοιοῦτον, ἀλλά φησι τρεψάμενος τοὺς Αἰτωλοὺς καὶ φεύγουσι συνεισπεσὼν εἰς τὴν πόλιν ἐξελάσαι κατὰ κράτος, ἑπτακοσίους δὲ ἀποκτεῖναι. τὸ δὲ ἔργον ἐν τοῖς μεγίστοις διεβοήθη, καὶ Τιμάνθης ὁ ζωγράφος ἐποίησεν ἐμφαντικῶς τῇ διαθέσει τὴν μάχην ἔχουσαν.

οὐ μὴν ἀλλὰ πολλῶν ἐθνῶν καὶ δυναστῶν ἐπὶ τοὺς Ἀχαιοὺς συνισταμένων εὐθὺς ὁ Ἄρατος ἔπραττε φιλίαν πρὸς τοὺς Αἰτωλούς, καὶ Πανταλέοντι τῷ πλεῖστον Αἰτωλῶν δυναμένῳ συνεργῷ χρησάμενος οὐ μόνον εἰρήνην, ἀλλὰ καὶ συμμαχίαν τοῖς Ἀχαιοῖς πρὸς τοὺς Αἰτωλοὺς ἐποίησε.

τοὺς δὲ Ἀθηναίους σπουδάζων ἐλευθερῶσαι διεβλήθη καὶ κακῶς ἤκουσεν ὑπὸ τῶν Ἀχαιῶν, ὅτι σπονδὰς πεποιημένων αὐτῶν πρὸς τοὺς Μακεδόνας καὶ ἀνοχὰς ἀγόντων ἐπεχείρησε τὸν Πειραιᾶ

p.76
καταλαβεῖν. αὐτὸς δὲ ἀρνούμενος ἐν τοῖς ὑπομνήμασιν οἷς ἀπολέλοιπεν Ἐργῖνον αἰτιᾶται, μεθʼ οὗ τὰ περὶ τὸν Ἀκροκόρινθον ἔπραξεν.