Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἐπεὶ δὲ ταύτην ἀπέγνω τὴν ὁδόν, ἐμβαλὼν φανερῶς τῷ στρατοπέδῳ τὴν Ἀργολίδα χώραν ἐπόρθει καὶ περὶ τὸν Χάρητα ποταμὸν ἰσχυρᾶς μάχης γενομένης πρὸς Ἀρίστιππον· αἰτίαν ἔσχεν ὡς ἐγκαταλιπὼν τὸν ἀγῶνα καὶ προέμενος τὸ νίκημα · τῆς γὰρ ἄλλης δυνάμεως

paris.1624.1040
ὁμολογουμένως ἐπικρατούσης καὶ τῷ διωγμῷ πολὺ προελθούσης εἰς τοὔμπροσθεν, αὐτὸς οὐχ οὕτως ἐκβιασθεὶς ὑπὸ τῶν καθʼ αὑτόν, ὡς ἀπιστῶν τῷ κατορθώματι καὶ φοβηθείς, ἀνεχώρησε τεταραγμένος εἰς τὸ στρατόπεδον.

ἐπεὶ δὲ ἀπὸ τῆς διώξεως ἐπανελθόντες οἱ λοιποὶ χαλεπῶς ἔφερον ὅτι τρεψάμενοι τοὺς πολεμίους καὶ πολὺ πλείονας ἐκείνων καταβαλόντες ἢ σφῶν αὐτῶν ἀπολέσαντες παραλελοίπασι τοῖς

p.64
ἡττημένοις στῆσαι κατʼ αὐτῶν τρόπαιον, αἰσχυνθεὶς πάλιν ἔγνω διαμάχεσθαι περὶ τοῦ τροπαίου, καὶ μίαν ἡμέραν διαλιπὼν αὖθις ἐξέτασσε τὴν στρατιάν.

ὡς δὲ ᾔσθετο πλείονας γεγονότας καὶ θαρραλεώτερον ἀνθισταμένους τοὺς περὶ τὸν τύραννον, οὐκ ἐτόλμησεν, ἀλλʼ ἀπῆλθε τοὺς νεκροὺς ὑποσπόνδους ἀνελόμενος. οὐ μὴν ἀλλὰ τῇ περὶ τὴν ὁμιλίαν καὶ πολιτείαν ἐμπειρίᾳ καὶ χάριτι τὴν διαμαρτίαν ταύτην ἀναμαχόμενος προσηγάγετο τὰς Κλεωνὰς τοῖς Ἀχαιοῖς, καὶ τὸν ἀγῶνα τῶν Νεμείων ἤγαγεν ἐν Κλεωναῖς, ὡς πάτριον ὄντα καὶ μᾶλλον προσήκοντα τούτοις.

ἤγαγον δὲ καὶ Ἀργεῖοι, καὶ συνεχύθη τότε πρῶτον ἡ δεδομένη τοῖς ἀγωνισταῖς ἀσυλία καὶ ἀσφάλεια, πάντας τῶν Ἀχαιῶν, ὅσους ἔλαβον ἠγωνισμένους ἐν Ἄργει, διὰ τῆς χώρας πορευομένους ὡς πολεμίους ἀποδομένων. οὕτω σφοδρὸς ἦν καὶ ἀπαραίτητος ἐν τῷ μισεῖν τοὺς τυράννους.