Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ὁρῶν δὲ τοὺς ἀρίστους τῶν προσοίκων αὐτονομουμένους, Ἀργείοις δὲ δουλεύουσιν ἀχθόμενος, ἐπεβούλευεν ἀνελεῖν τὸν τύραννον αὐτῶν Ἀριστόμαχον, ἅμα τῇ τε πόλει θρεπτήρια τὴν ἐλευθερίαν ἀποδοῦναι φιλοτιμούμενος καὶ τοῖς Ἀχαιοῖς προσκομίσαι τὴν πόλιν·

οἱ μὲν οὖν τολμῶντες εὑρέθησαν, ὧν Αἰσχύλος προειστήκει καὶ Χαριμένης ὁ μάντις ξίφη δὲ οὐκ εἶχον, ἀλλʼ ἀπείρητο κεκτῆσθαι καὶ ζημίαι μεγάλαι τοῖς κεκτημένοις ἐπῆσαν ὑπὸ τοῦ τυράννου, κατασκευάσας οὖν ὁ Ἄρατος αὐτοῖς ἐν Κορίνθῳ μικρὰς παραξιφίδας ἐνέρραψεν εἰς σάγματα· καὶ ταῦτα περιθεὶς ὑποζυγίοις σκεύη τινὰ παρημελημένα κομίζουσιν εἰς Ἄργος ἀπέστειλε.

Χαριμένους δὲ τοῦ μάντεως προσλαβόντος ἐπὶ τὴν πρᾶξιν ἄνθρωπον, οἱ περὶ τὸν Αἰσχύλον ἠγανάκτησαν καὶ διʼ ἑαυτῶν ἔπραττον, τοῦ Χαριμένους καταγνόντες. αἰσθόμενος δὲ ἐκεῖνος ὀργῇ κατεμήνυσε τοὺς ἄνδρας ἤδη βαδίζοντας ἐπὶ τὸν τύραννον· ὧν οἱ πλεῖστοι φθάσαντες ἐξ ἀγορᾶς ἀπέφυγον καὶ διεξέπεσον εἰς Κόρινθον.

p.58

οὐ μὴν ἀλλὰ χρόνου βραχέος διελθόντος ἀποθνῄσκει μὲν ὑπὸ δούλων Ἀριστόμαχος, ὑπολαμβάνει δὲ τὴν ἀρχὴν φθάσας Ἀρίστιππος, ἐξωλέστερος ἐκείνου τύραννος, ὅσοι δὴ τῶν Ἀχαιῶν ἐν ἡλικίᾳ παρόντες ἔτυχον, τούτους ἀναλαβὼν ὁ Ἄρατος ἐβοήθει πρὸς τὴν πόλιν ὀξέως, οἰόμενος εὑρήσειν τὰ τῶν Ἀργείων πρόθυμα.

τῶν δὲ πολλῶν ἤδη διὰ συνήθειαν ἐθελοδούλως ἐχόντων καὶ μηδενὸς ἀφισταμένου πρὸς αὐτόν, ἀνεχώρησεν ἔγκλημα κατεσκευακὼς τοῖς Ἀχαιοῖς ὡς ἐν εἰρήνῃ πόλεμον ἐξενηνοχόσι. καὶ δίκην ἔσχον ἐπὶ τούτῳ παρὰ Μαντινεῦσιν, ἣν

paris.1624.1039
Ἀράτου μ?ὴ παρόντος Ἀρίστιππος εἷλε διώκων καὶ μνῶν ἐτιμήθη τριάκοντα.

τὸν δὲ Ἄρατον αὐτὸν ἅμα καὶ μισῶν καὶ δεδοικώς ἐπεβούλευεν ἀνελεῖν συνεργοῦντος Ἀντιγόνου τοῦ βασιλέως· καὶ πανταχοῦ σχεδὸν ἦσαν οἱ τοῦτο πράττοντες αὐτοῖς καὶ καιρὸν ἐπιτηροῦντες.

ἀλλʼ οὐδὲν οἷον ἀληθινὴ καὶ βέβαιος εὔνοια φυλακτήριον ἀνδρὸς ἄρχοντος, ὅταν γὰρ ἐθισθῶσιν οἵ τε πολλοὶ καὶ οἱ δυνατοὶ μὴ τὸν ἡγούμενον, ἀλλʼ ὑπὲρ τοῦ ἡγουμένου δεδιέναι, πολλοῖς μὲν ὄμμασιν ὁρᾷ, διὰ πολλῶν δὲ ὤτων ἀκούει, καὶ προαισθάνεται τὰ γινόμενα --- διὸ καὶ βούλομαι τὸν λόγον ἐπιστήσας ἐνταῦθά που διεξελθεῖν περὶ τῆς Ἀριστίππου διαίτης, ἣν ἡ ζηλοτυπουμένη τυραννὶς αὐτῷ καὶ ὁ τῆς μακαρίας καὶ περιβοήτου μοναρχίας ὄγκος περιέθηκεν.