Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἡγεῖτο γὰρ ἀσθενεῖς ἰδίᾳ τὰς πόλεις ὑπαρχούσας σῴζεσθαι διʼ ἀλλήλων ὥσπερ ἐνδεδεμένας τῷ κοινῷ συμφέροντι, καὶ καθάπερ τὰ μέρη τοῦ σώματος ζῶντα καὶ συμπνέοντα διὰ τὴν πρὸς ἄλληλα συμφυΐαν, ὅταν ἀποσπασθῇ καὶ γένηται χωρίς, ἀτροφεῖ καὶ σήπεται, παραπλησίως τὰς πόλεις ἀπόλλυσθαι μὲν ὑπὸ τῶν διασπώντων τὸ κοινόν, αὔξεσθαι δὲ ὑπʼ ἀλλήλων, ὅταν ὅλου τινὸς μεγάλου μέρη γενόμεναι κοινῆς προνοίας τυγχάνωσιν.

ὁρῶν δὲ τοὺς ἀρίστους τῶν προσοίκων αὐτονομουμένους, Ἀργείοις δὲ δουλεύουσιν ἀχθόμενος, ἐπεβούλευεν ἀνελεῖν τὸν τύραννον αὐτῶν Ἀριστόμαχον, ἅμα τῇ τε πόλει θρεπτήρια τὴν ἐλευθερίαν ἀποδοῦναι φιλοτιμούμενος καὶ τοῖς Ἀχαιοῖς προσκομίσαι τὴν πόλιν·

οἱ μὲν οὖν τολμῶντες εὑρέθησαν, ὧν Αἰσχύλος προειστήκει καὶ Χαριμένης ὁ μάντις ξίφη δὲ οὐκ εἶχον, ἀλλʼ ἀπείρητο κεκτῆσθαι καὶ ζημίαι μεγάλαι τοῖς κεκτημένοις ἐπῆσαν ὑπὸ τοῦ τυράννου, κατασκευάσας οὖν ὁ Ἄρατος αὐτοῖς ἐν Κορίνθῳ μικρὰς παραξιφίδας ἐνέρραψεν εἰς σάγματα· καὶ ταῦτα περιθεὶς ὑποζυγίοις σκεύη τινὰ παρημελημένα κομίζουσιν εἰς Ἄργος ἀπέστειλε.

Χαριμένους δὲ τοῦ μάντεως προσλαβόντος ἐπὶ τὴν πρᾶξιν ἄνθρωπον, οἱ περὶ τὸν Αἰσχύλον ἠγανάκτησαν καὶ διʼ ἑαυτῶν ἔπραττον, τοῦ Χαριμένους καταγνόντες. αἰσθόμενος δὲ ἐκεῖνος ὀργῇ κατεμήνυσε τοὺς ἄνδρας ἤδη βαδίζοντας ἐπὶ τὸν τύραννον· ὧν οἱ πλεῖστοι φθάσαντες ἐξ ἀγορᾶς ἀπέφυγον καὶ διεξέπεσον εἰς Κόρινθον.

p.58