Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ὁ δὲ Ἄρατος εὐθὺς τό τε Ἡραῖον ὑφʼ ἑαυτῷ καὶ τὸ Λέχαιον ἐποιήσατο· καὶ νεῶν μὲν

paris.1624.1038
εἰκοσιπέντε βασιλικῶν ἐκυρίευσεν, ἵππους δὲ πεντακοσίους καὶ Σύρους τετρακοσίους ἀπέδοτο τόν τε Ἀκροκόρινθον ἐφύλαττον οἱ Ἀχαιοὶ τετρακοσίοις ὁπλίταις καὶ πεντήκοντα κυσὶ καὶ κυνηγοῖς ἴσοις ἐν τῷ φρουρίῳ τρεφομένοις.

οἱ μὲν οὖν Ῥωμαῖοι τὸν Φιλοποίμενα θαυμάζοντες Ἑλλήνων ἔσχατον προσηγόρευον, ὡς μηδενὸς μεγάλου μετʼ ἐκεῖνον ἐν τοῖς Ἕλλησι γενομένου· ἐγὼ δὲ τῶν Ἑλληνικῶν πράξεων ταύτην ἐσχάτην καὶ νεωτάτην φαίην ἂν πεπρᾶχθαι, τοῦτο μὲν τόλμῃ, τοῦτο δὲ τύχῃ ταῖς ἀρίσταις ἐνάμιλλον, ὡς ἐδήλωσεν εὐθὺς τὰ γινόμενα.

Μεγαρεῖς τε γὰρ ἀποστάντες Ἀντιγόνου τῷ Ἀράτῳ προσέθεντο, καὶ Τροιζήνιοι μετὰ Ἐπιδαυρίων συνετάχθησαν εἰς τοὺς Ἀχαιούς, ἐξοδόν τε πρώτην θέμενος εἰς τὴν Ἀττικὴν ἐνέβαλε, καὶ τὴν Σαλαμῖνα διαβὰς ἐλεηλάτησεν, ὥσπερ ἐξ εἱρκτῆς λελυμένῃ τῇ δυνάμει τῶν Ἀχαιῶν ἐφʼ ὅ τι βούλοιτο χρώμενος. Ἀθηναίοις δὲ τοὺς ἐλευθέρους ἀφῆκεν ἄνευ λύτρων, ἀρχὰς ἀποστάσεως ἐνδιδοὺς αὐτοῖς.