Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

τέλος δὲ συνερείσαντες ἐξωθοῦσι τοὺς πολεμίους καὶ καθυπέρτεροι τῆς ἄκρας ἦσαν καὶ τὸ φρούριον εἶχον, ἡμέρας ἤδη διαυγούσης, ὅ τε ἥλιος εὐθὺς ἐπέλαμπε τῷ ἔργῳ, καὶ παρῆν ἐκ Σικυῶνος ἡ λοιπὴ δύναμις τῷ Ἀράτῳ, δεχομένων κατὰ πύλας τῶν Κορινθίων προθύμως καὶ τοὺς βασιλικοὺς συλλαμβανόντων.

ἐπεὶ δὲ ἀσφαλῶς ἐδόκει πάντα ἔχειν, κατέβαινεν εἰς τὸ θέατρον ἀπὸ τῆς ἄκρας, πλήθους

p.52
ἀπείρου συρρέοντος ἐπιθυμίᾳ τῆς τε ὄψεως αὐτοῦ καὶ τῶν λόγων οἷς ἔμελλε χρῆσθαι πρὸς τοὺς Κορινθίους.

ἐπιστήσας δὲ ταῖς παρόδοις ἑκατέρωθεν τοὺς Ἀχαιούς, αὐτὸς ἀπὸ τῆς σκηνῆς εἰς μέσον προῆλθε, τεθωρακισμένος καὶ τῷ προσώπῳ διὰ τὸν κόπον καὶ τὴν ἀγρυπνίαν ἠλλοιωμένος, ὥστε τῆς ψυχῆς τὸ γαυρούμενον καὶ χαῖρον ὑπὸ τῆς περὶ τὸ σῶμα βαρύτητος κατακρατεῖσθαι.