Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἐν τούτῳ δὲ ὁ μὲν Ἄρατος ἐμφὺς τῇ πορείᾳ παρὰ τὸ κρημνῶδες ἡμιλλᾶτο, βραδέως καὶ ταλαιπώρως τὸ πρῶτον, οὐ κατακρατῶν, ἀλλʼ ἀποπλανώμενος τοῦ τρίβου παντάπασιν ἐνδεδυκότος καὶ πεοισκιαζομένου ταῖς τραχύτησι καὶ διὰ πολλῶν ἑλιγμῶν καὶ παραβολῶν περαίνοντος πρὸς τὸ τεῖχος, εἶτα θαυμάσιον οἷον ἡ σελήνη λέγεται διαστέλλουσα τὰ νέφη καὶ ὑπολαμποῦσα,[*](ὑπολαμποῦσα Coraës and Bekker, adopting an anonymous conjecture: ὑπολαβοῦσα. ) τῆς ὁδοῦ τὸ χαλεπώτατον σαφηνίζειν, ἕως ἥψατο τοῦ τείχους καθʼ ὃν ἔδει τόπον· ἐκεῖ δὲ πάλιν συνεσκίασε καὶ ἀπέκρυψε νεφῶν συνελθόντων.

οἱ δὲ περὶ τὰς πύλας ἔξω περὶ τὸ Ἡραῖον ἀπολειφθέντες τοῦ Ἀράτου στρατιῶται, τριακόσιοι τὸ πλῆθος ὄντες, ὥς ποτε παρεισέπεσον εἰς τὴν πόλιν θορύβου τε παντοδαποῦ καὶ φώτων

paris.1624.1037
γέμουσαν, οὐ δυνηθέντες ἐξανευρεῖν τὸν αὐτὸν τρίβον οὐδʼ εἰς ἴχνος ἐμβῆναι τῆς ἐκείνων πορείας, ἔπτηξαν ἀθρόοι πρός τινι παλινσκίῳ λαγόνι τοῦ κρημνοῦ συστείλαντες ἑαυτούς, καὶ διεκαρτέρουν ἐνταῦθα περιπαθοῦντες καὶ δυσανασχετοῦντες.

βαλλομένων γὰρ ἀπὸ τῆς ἄκρας ἤδη τῶν περὶ τὸν Ἄρατον καὶ μαχομένων, ἀλαλαγμὸς ἐναγώνιος ἐχώρει κάτω, καὶ κραυγὴ περιήχει, διὰ τὴν ἀπὸ τῶν ὀρῶν ἀνάκλασιν συγκεχυμένη καὶ ἄδηλος

p.50
ὅθεν εἴληφε τὴν ἀρχήν, διαπορούντων δὲ αὐτῶν ἐφʼ ὅ τι χρὴ τραπέσθαι μέρος, Ἀρχέλαος ὁ τῶν βασιλικῶν ἡγεμὼν στρατιώτας ἔχων πολλοὺς μετὰ κραυγῆς ἀνέβαινε καὶ σαλπίγγων, ἐπιφερόμενος τοῖς περὶ τὸν Ἄρατον, καὶ παρήλλαττε τοὺς τριακοσίους.

οἱ δὲ ὥσπερ ἐξ ἐνέδρας ἀναστάντες ἐμβάλλουσιν αὐτῷ καὶ διαφθείρουσιν οἷς ἐπέθεντο πρώτοις, τοὺς δὲ ἄλλους καὶ τὸν Ἀρχέλαον φοβήσαντες ἐτρέψαντο καὶ κατεδίωξαν ἄχρι τοῦ σκεδασθῆναι περὶ τὴν πόλιν διαλυθέντας. ἄρτι δὲ τούτων νενικηκότων Ἐργῖνος ἀπὸ τῶν ἄνω μαχομένων ἦλθεν, ἀγγέλλων συμπεπλέχθαι τοῖς πολεμίοις τὸν Ἄρατον ἀμυνομένοις εὐρώστως, καὶ μέγαν ἀγῶνα περὶ αὐτὸ τὸ τεῖχος εἶναι, καὶ τάχους δεῖν τῆς βοηθείας.

οἱ δὲ εὐθὺς ἐκέλευον ἡγεῖσθαι· καὶ προσβαίνοντες ἅμα φωνῇ διεσήμαινον ἑαυτούς, ἐπιθαρρύνοντες τοὺς φίλους· ἥ τε πανσέληνος ἀπέφαινε τὰ ὅπλα πλείονα φαινόμενα τοῖς πολεμίοις διὰ τὸ μῆκος τῆς πορείας, καὶ τὸ τῆς νυκτὸς ἠχῶδες τὸν ἀλαλαγμὸν ἀπὸ πολλαπλασιόνων ἢ τοσούτων ἐποίει δοκεῖν φέρεσθαι.

τέλος δὲ συνερείσαντες ἐξωθοῦσι τοὺς πολεμίους καὶ καθυπέρτεροι τῆς ἄκρας ἦσαν καὶ τὸ φρούριον εἶχον, ἡμέρας ἤδη διαυγούσης, ὅ τε ἥλιος εὐθὺς ἐπέλαμπε τῷ ἔργῳ, καὶ παρῆν ἐκ Σικυῶνος ἡ λοιπὴ δύναμις τῷ Ἀράτῳ, δεχομένων κατὰ πύλας τῶν Κορινθίων προθύμως καὶ τοὺς βασιλικοὺς συλλαμβανόντων.