Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἤδη δὲ πλησίον ὄντος αὐτοῦ καὶ μέλλοντος ὅσον οὔπω τὸν Τέχνωνα διαλαμβάνειν, ἀπὸ τύχης αὖ πάλιν ὁ Ἐργῖνος αὐτοῖς ἀπήντησεν. αἰσθόμενος δὲ τὴν ἀπάτην καὶ τὸν κίνδυνον διὰ νεύματος ἐδήλωσε τῷ Τέχνωνι φεύγειν καὶ ἀποπηδήσαντες ἀμφότεροι δρόμῳ πρὸς τὸν Ἄρατον ἀπεσώθησαν. οὐ μὴν ἀπέκαμε ταῖς ἐλπίσιν ἐκεῖνος, ἀλλʼ ἔπεμψεν εὐθὺς τὸν Ἐργῖνον χρυσίον τε τῷ Διονυσίῳ κομίζοντα καὶ δεησόμενον αὐτοῦ σιωπᾶν.

ὁ δὲ καὶ τοῦτο ἐποίησε καὶ τὸν Διονύσιον ἄγων μεθʼ ἑαυτοῦ πρὸς τὸν Ἄρατον ἦλθεν. ἐλθόντα δὲ αὐτὸν οὐκέτι διῆκαν, ἀλλὰ δήσαντες ἐφύλαττον ἐν οἰκίσκῳ κατακεκλεισμένον αὐτοὶ δὲ παρεσκευάζοντο πρὸς τὴν ἐπίθεσιν.

ἐπεὶ δὲ ἦν ἕτοιμα πάντα, τὴν μὲν ἄλλην

p.46
δύναμιν ἐκέλευσεν ἐπὶ τῶν ὅπλων νυκτερεύειν, ἀναλαβὼν δὲ λογάδας τετρακοσίους οὐδʼ αὐτοὺς εἰδότας τὰ πραττόμενα, πλὴν ὀλίγων, ἦγε πρὸς τὰς πύλας παρὰ τὸ Ἡραῖον. ἦν δὲ τοῦ ἔτους ἡ περὶ θέρος ἀκμάζον ὥρα, τοῦ δὲ μηνὸς πανσέληνος, ἡ δὲ νὺξ ἀνέφελος καὶ καταφανής, ὥστε καὶ φόβον τὰ ὅπλα παρέχειν ἀντιλάμποντα πρὸς τήν σελήνην, μὴ τοὺς φύλακας οὐ λάθωσιν.