Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἡ Σικυωνίων πόλις, ἐπεὶ τὸ πρῶτον ἐκ τῆς ἀκράτου καὶ Δωρικῆς ἀριστοκρατίας ὥσπερ ἁρμονίας συγχυθείσης εἰς στάσεις ἐνέπεσε καὶ φιλοτιμίας δημαγωγῶν, οὐκ ἐπαύσατο νοσοῦσα καὶ ταραττομένη καὶ τύραννον ἐκ τυράννου μεταβάλλουσα, μέχρι οὗ Κλέωνος ἀναιρεθέντος εἵλοντο Τιμοκλείδαν ἄρχοντα καὶ Κλεινίαν, ἄνδρας ἐνδόξους τὰ μάλιστα καὶ ἐν δυνάμει τῶν πολιτῶν ὄντας.

ἤδη δέ τινα τῆς πολιτείας κατάστασιν ἔχειν δοκούσης Τιμοκλείδας μὲν ἀπέθανεν, Ἀβαντίδας

paris.1624.1028
δὲ ὁ Πασέου τυραννίδα πράττων ἑαυτῷ τὸν Κλεινίαν ἀπέκτεινε καὶ τῶν φίλων καὶ οἰκείων τοὺς μὲν ἐξέβαλε, τοὺς δὲ ἀνεῖλεν. ἐζήτει δὲ καὶ τὸν υἱὸν αὐτοῦ, Ἄρατον, ἀνελεῖν, ἑπταετῆ καταλελειμμένον.

ἐν δὲ τῇ περὶ τὴν οἰκίαν

p.6
ταραχῇ συνεκπεσὼν τοῖς φεύγουσιν ὁ παῖς, καὶ πλανώμενος ἐν τῇ πόλει περίφοβος καὶ ἀβοήθητος, κατὰ τύχην ἔλαθεν εἰς οἰκίαν παρελθὼν γυναικός, ἀδελφῆς μὲν Ἀβαντίδου, Προφάντῳ δὲ τῷ Κλεινίου ἀδελφῷ γεγαμημένης, ὄνομα Σωσοῦς. αὕτη δὲ καὶ τὸ ἦθος οὖσα γενναία καὶ σὺν θεῷ τινι τὸ παιδίον οἰομένη καταπεφευγέναι πρὸς αὐτήν ἀπέκρυψεν ἔνδον, εἶτα νυκτὸς εἰς Ἄργος ὑπεξέπεμψεν.