Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

οἱ δʼ ἔνδον ἀνέῳξαν καταπλαγέντες. οὕτω δὲ τοῦ τόπου κρατήσας, οὐ κατέσχεν αὑτόν, ἀλλʼ ἔπινε παίζων ὑπὸ χαρᾶς ἐν τοῖς στενωποῖς, καὶ διʼ ἀγορᾶς αὐλητρίδας ἔχων καὶ στεφάνους περικείμενος, ἀνὴρ γέρων καὶ τηλικαύταις πραγμάτων μεταβολαῖς κεχρημένος, ἐκώμαζε δεξιούμενος καὶ προσαγορεύων τοὺς ἀπαντῶντας, οὕτως ἄρα καὶ λύπης καὶ φόβου μᾶλλον ἐξίστησι καὶ σάλον παρέχει τῇ ψυχῇ τὸ χαίρειν ἄνευ λογισμοῦ παραγινόμενον.

ἀλλὰ γὰρ Ἀντίγονος μὲν, ὥσπερ εἴρηται, κτησάμενος τὸν Ἀκροκόρινθον ἐφύλαττε, μετὰ τῶν ἄλλων οἷς ἐπίστευε μάλιστα καὶ Περσαῖον

paris.1624.1035
ἐπιστήσας ἄρχοντα τὸν φιλόσοφον. ὁ δὲ Ἄρατος ἔτι μὲν καὶ Ἀλεξάνδρου ζῶντος ἐπεχείρησε τῇ πράξει, γενομένης δὲ συμμαχίας τοῖς Ἀχαιοῖς πρὸς τὸν Ἀλέξανδρον ἐπαύσατο.

τότε

p.40
δὲ αὖθις ἐξ ὑπαρχῆς ἑτέραν ἔλαβε τῆς πράξεως ὑπόθεσιν τοιαύτην. ἦσαν ἐν Κορίνθῳ τέσσαρες ἀδελφοὶ Σύροι τὸ γένος, ὧν εἷς ὄνομα Διοκλῆς ἐν τῷ φρουρίῳ μισθοφορῶν διέτριβεν. οἱ δὲ τρεῖς κλέψαντες βασιλικὸν χρυσίον ἦλθον εἷς Σικυῶνα πρὸς Αἰγίαν τινὰ τραπεζίτην, ᾧ διὰ τὴν ἐργασίαν ὁ Ἄρατος ἐχρῆτο. καὶ μέρος μὲν εὐθὺς διέθεντο τοῦ χρυσίου, τὸ δὲ λοιπὸν εἷς αὐτῶν Ἐργῖνος ἐπιφοιτῶν ἡσυχῇ κατήλλαττεν.

ἐκ δὲ τούτου γενόμενος τῷ Αἰγίᾳ συνήθης, καὶ προαχθεὶς εἷς λόγον ὑπʼ αὐτοῦ περὶ τῆς φρουρᾶς, ἔφη πρὸς τὸν ἀδελφὸν ἀναβαίνων πρὸς τὸ κρημνῶδες ἐντομὴν καθεωρακέναι πλαγίαν, ἄγουσαν ᾗ χθαμαλώτατον ἐπῳκοδόμηται τῷ φρουρίῳ τὸ τεῖχος, προσπαίξαντος δὲ αὐτῷ τοῦ Αἰγίου καὶ εἰπόντος· εἶτα, ὦ βέλτιστε, διὰ μικρὸν οὕτω χρυσίου ἀνασπᾶτε τὰς βασιλικὰς πράξεις, δυνάμενοι μίαν ὥραν πολλῶν ἀποδόσθαι χρημάτων; ἢ γὰρ οὐχὶ καὶ τοιχωρύχοις καὶ προδόταις ἁλοῦσιν ἅπαξ ἀποθανεῖν ὑπάρχει;

γελάσας ὁ Ἐργῖνος τότε μὲν ὡμολόγησεν ἀποπειρᾶσθαι τοῦ Διοκλέους τοῖς γὰρ ἄλλοις ἀδελφοῖς μὴ πάνυ τι πιστεύειν, ὀλίγαις δὲ ὕστερον ἡμέραις ἐπανελθὼν συντίθεται τὸν Ἄρατον ἄξειν πρὸς τὸ τεῖχος, ὅπου τὸ ὕψος οὐ μεῖζον ἦν πεντεκαίδεκα ποδῶν, καὶ τἆλλα συμπράξειν μετὰ τοῦ Διοκλέους.

ὁ δὲ Ἄρατος ἐκείνοις μὲν ἑξήκοντα τάλαντα δώσειν κατορθώσας ὡμολόγησεν, ἢν δὲ ἀποτύχῃ, σωθῇ δὲ μετʼ ἐκείνων, οἰκίαν ἑκατέρῳ καὶ τάλαντον. ἐπεὶ δὲ ἔδει παρὰ τῷ Αἰγίᾳ τὰ ἑξήκοντα τάλαντα κεῖσθαι τοῖς περὶ τὸν Ἐργῖνον,

p.42
ὁ δὲ Ἄρατος οὔτε αὐτὸς εἶχεν οὔτε ἐβούλετο δανειζόμενος αἴσθησιν ἑτέρῳ τῆς πράξεως παρασχεῖν, λαβὼν τῶν ἐκπωμάτων τὰ πολλὰ καὶ τὰ χρυσία τῆς γυναικὸς ὑπέθηκε τῷ Αἰγίᾳ πρὸς τὸ ἀργύριον.