Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἐπεὶ δὲ καιρὸς ἦν, ᾄδοντος Ἀμοιβέως ἐν τῷ θεάτρῳ, παρέπεμπε τὴν Νίκαιαν αὐτὸς ἐπὶ τὴν θέαν ἐν φορείῳ κεκοσμημένῳ βασιλικῶς, ἀγαλλομένην τε τῇ τιμῇ καὶ πορρωτάτω τοῦ μέλλοντος οὖσαν. γενόμενος δὲ τῆς ὁδοῦ κατὰ τὴν ἐκτροπὴν τὴν ἄνω φέρουσαν, ἐκείνην μὲν ἐκέλευσε προάγειν εἰς τὸ θέατρον, αὐτὸς δὲ χαίρειν μὲν Ἀμοιβέα, χαίρειν δὲ τοὺς γάμους ἐάσας ἀνῄει πρὸς τὸν Ἀκροκόρινθον ἁμιλλώμενος παρʼ ἡλικίαν καὶ κεκλεισμένην τὴν πύλην εὑρών, ἔκοπτε τῇ βακτηρίᾳ κελεύων ἀνοίγειν.

οἱ δʼ ἔνδον ἀνέῳξαν καταπλαγέντες. οὕτω δὲ τοῦ τόπου κρατήσας, οὐ κατέσχεν αὑτόν, ἀλλʼ ἔπινε παίζων ὑπὸ χαρᾶς ἐν τοῖς στενωποῖς, καὶ διʼ ἀγορᾶς αὐλητρίδας ἔχων καὶ στεφάνους περικείμενος, ἀνὴρ γέρων καὶ τηλικαύταις πραγμάτων μεταβολαῖς κεχρημένος, ἐκώμαζε δεξιούμενος καὶ προσαγορεύων τοὺς ἀπαντῶντας, οὕτως ἄρα καὶ λύπης καὶ φόβου μᾶλλον ἐξίστησι καὶ σάλον παρέχει τῇ ψυχῇ τὸ χαίρειν ἄνευ λογισμοῦ παραγινόμενον.

ἀλλὰ γὰρ Ἀντίγονος μὲν, ὥσπερ εἴρηται, κτησάμενος τὸν Ἀκροκόρινθον ἐφύλαττε, μετὰ τῶν ἄλλων οἷς ἐπίστευε μάλιστα καὶ Περσαῖον

paris.1624.1035
ἐπιστήσας ἄρχοντα τὸν φιλόσοφον. ὁ δὲ Ἄρατος ἔτι μὲν καὶ Ἀλεξάνδρου ζῶντος ἐπεχείρησε τῇ πράξει, γενομένης δὲ συμμαχίας τοῖς Ἀχαιοῖς πρὸς τὸν Ἀλέξανδρον ἐπαύσατο.