Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

πᾶσι μὲν οὖν περιμάχητος ἦν ὁ τόπος ἀεὶ καὶ βασιλεῦσι καὶ δυνάσταις, ἡ δὲ Ἀντιγόνου σπουδὴ περὶ αὐτὸν οὐδὲν ἀπέλιπε πάθει τῶν ἐμμανεστάτων ἐρώτων, ἀλλʼ ὅλος ἀνήρτητο ταῖς φροντίσιν ὅπως ἀφαιρήσεται δόλῳ τοὺς ἔχοντας, ἐπεὶ φανερῶς ἀνέλπιστος ἦν ἡ ἐπιχείρησις.

Ἀλεξάνδρου γὰρ, ὑφʼ ὃν τὸ χωρίον ἦν, ἀποθανόντος ὡς λέγεται φαρμάκοις ὑπʼ αὐτοῦ, Νικαίας δὲ τῆς ἐκείνου γυναικὸς ἐπὶ τῶν πραγμάτων γενομένης καὶ φυλαττούσης τὸν Ἀκροκόρινθον, εὐθὺς ὑποπέμπων Δημήτριον τὸν υἱὸν αὐτῇ, καὶ γλυκείας ἐλπίδας ἐνδιδοὺς γάμων βασιλικῶν καὶ συμβιώσεως πρὸς οὐκ ἀηδὲς ἐντυχεῖν γυναικὶ πρεσβυτέρᾳ μειράκιον,

αὐτὴν μὲν ᾑρήκει, τῷ παιδὶ χρησάμενος ὥσπερ ἄλλῳ τινὶ τῶν δελεασμάτων ἐπʼ αὐτῇ, τὸν δὲ τόπον οὐ προϊεμένης, ἀλλʼ ἐγκρατῶς φυλαττούσης, ἀμελεῖν προσποιούμενος ἔθυε γάμους αὐτῶν ἐν Κορίνθῳ, καὶ θέας ἐπετέλει καὶ

p.38
πότους συνῆγε καθʼ ἡμέραν, ὡς ἄν τις μάλιστα παίζειν καὶ σχολάζειν τὴν διάνοιαν ὑφʼ ἡδονῆς καὶ φιλοφροσύνης ἀφεικώς.

ἐπεὶ δὲ καιρὸς ἦν, ᾄδοντος Ἀμοιβέως ἐν τῷ θεάτρῳ, παρέπεμπε τὴν Νίκαιαν αὐτὸς ἐπὶ τὴν θέαν ἐν φορείῳ κεκοσμημένῳ βασιλικῶς, ἀγαλλομένην τε τῇ τιμῇ καὶ πορρωτάτω τοῦ μέλλοντος οὖσαν. γενόμενος δὲ τῆς ὁδοῦ κατὰ τὴν ἐκτροπὴν τὴν ἄνω φέρουσαν, ἐκείνην μὲν ἐκέλευσε προάγειν εἰς τὸ θέατρον, αὐτὸς δὲ χαίρειν μὲν Ἀμοιβέα, χαίρειν δὲ τοὺς γάμους ἐάσας ἀνῄει πρὸς τὸν Ἀκροκόρινθον ἁμιλλώμενος παρʼ ἡλικίαν καὶ κεκλεισμένην τὴν πύλην εὑρών, ἔκοπτε τῇ βακτηρίᾳ κελεύων ἀνοίγειν.

οἱ δʼ ἔνδον ἀνέῳξαν καταπλαγέντες. οὕτω δὲ τοῦ τόπου κρατήσας, οὐ κατέσχεν αὑτόν, ἀλλʼ ἔπινε παίζων ὑπὸ χαρᾶς ἐν τοῖς στενωποῖς, καὶ διʼ ἀγορᾶς αὐλητρίδας ἔχων καὶ στεφάνους περικείμενος, ἀνὴρ γέρων καὶ τηλικαύταις πραγμάτων μεταβολαῖς κεχρημένος, ἐκώμαζε δεξιούμενος καὶ προσαγορεύων τοὺς ἀπαντῶντας, οὕτως ἄρα καὶ λύπης καὶ φόβου μᾶλλον ἐξίστησι καὶ σάλον παρέχει τῇ ψυχῇ τὸ χαίρειν ἄνευ λογισμοῦ παραγινόμενον.