Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ὁ μὲν γὰρ

p.36
Ἰσθμός ἐμφράσσων τὰς θαλάσσας, εἰς ταὐτὸ συνάγει τὼ τόπῳ[*](τὼ τύπω Capps: τῷ τόπῳ. ) καὶ συνάπτει τὴν ἤπειρον ἡμῶν, ὁ δὲ Ἀκροκόρινθος, ὑψηλὸν ὄρος, ἐκ μέσης ἀναπεφυκὼς τῆς Ἑλλάδος, ὅταν λάβῃ φρουράν, ἐνίσταται καὶ ἀποκόπτει τὴν ἐντὸς Ἰσθμοῦ πᾶσαν ἐπιμιξιῶν τε καὶ παρόδων καὶ στρατειῶν ἐργασίας τε κατὰ γῆν καὶ κατὰ θάλατταν,

καὶ ἕνα κύριον ποιεῖ τὸν ἄρχοντα καὶ κατέχοντα φρουρᾷ τὸ χωρίον, ὥστε μὴ παίζοντα δοκεῖν τὸν νεώτερον Φίλιππον, ἀλλʼ ἀληθῶς, ἑκάστοτε πέδας τῆς Ἑλλάδος τὴν Κορινθίων πόλιν προσαγορεύειν.

πᾶσι μὲν οὖν περιμάχητος ἦν ὁ τόπος ἀεὶ καὶ βασιλεῦσι καὶ δυνάσταις, ἡ δὲ Ἀντιγόνου σπουδὴ περὶ αὐτὸν οὐδὲν ἀπέλιπε πάθει τῶν ἐμμανεστάτων ἐρώτων, ἀλλʼ ὅλος ἀνήρτητο ταῖς φροντίσιν ὅπως ἀφαιρήσεται δόλῳ τοὺς ἔχοντας, ἐπεὶ φανερῶς ἀνέλπιστος ἦν ἡ ἐπιχείρησις.

Ἀλεξάνδρου γὰρ, ὑφʼ ὃν τὸ χωρίον ἦν, ἀποθανόντος ὡς λέγεται φαρμάκοις ὑπʼ αὐτοῦ, Νικαίας δὲ τῆς ἐκείνου γυναικὸς ἐπὶ τῶν πραγμάτων γενομένης καὶ φυλαττούσης τὸν Ἀκροκόρινθον, εὐθὺς ὑποπέμπων Δημήτριον τὸν υἱὸν αὐτῇ, καὶ γλυκείας ἐλπίδας ἐνδιδοὺς γάμων βασιλικῶν καὶ συμβιώσεως πρὸς οὐκ ἀηδὲς ἐντυχεῖν γυναικὶ πρεσβυτέρᾳ μειράκιον,