Aratus
Plutarch
Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
ἐγράφη μὲν γὰρ ὑπὸ πάντων τῶν περὶ τὸν Μέλανθον ἅρματι νικηφόρῳ παρεστὼς ὁ Ἀρίστρατος, Ἀπελλοῦ συνεφαψαμένου τῆς γραφῆς, ὡς Πολέμων ὁ περιηγητὴς ἱστόρηκεν. ἦν δὲ τὸ ἔργον ἀξιοθέατον, ὥστε γνάμπτεσθαι τὸν Ἄρατον ὑπὸ τῆς τέχνης, αὖθίς τε μίσει τῷ πρὸς τοὺς τυράννους ἐξαγόμενον κελεύειν καθαιρεῖν.
τὸν οὖν ζωγράφον Νεάλκη φίλον ὄντα τοῦ Ἀράτου παραιτεῖσθαί φασι καὶ δακρύειν, ὡς δʼ οὐκ ἔπειθεν, εἰπεῖν ὅτι τοῖς τυράννοις πολεμητέον, οὐ τοῖς τῶν τυράννων. ἐάσωμεν οὖν τὸ ἅρμα καὶ τὴν Νίκην, αὐτὸν δέ σοι
ἔκ τε δὴ τούτων ὁ Ἄρατος ἠγαπᾶτο, καὶ διδοὺς πεῖραν ἔτι μᾶλλον ἥψατο τοῦ βασιλέως, καὶ δωρεὰν ἔλαβε τῇ πόλει πεντήκοντα καὶ ἑκατὸν τάλαντα, καὶ τούτων τεσσαράκοντα μὲν εὐθὺς μεθʼ ἑαυτοῦ κομίζων εἰς Πελοπόννησον κατῆρε , τὰ δὲ λοιπὰ διελὼν εἰς δόσεις ὁ βασιλεὺς ὕστερον κατά μέρος ἀπέστειλεν.
ἦν μὲν οὖν μέγα καὶ τὸ χρήματα τοσαῦτα πορίσαι τοῖς πολίταις, ὅσων μικρὸν μέρος ἄλλοι στρατηγοὶ καὶ δημαγωγοὶ λαμβάνοντες παρὰ βασιλέων ἠδίκουν καὶ κατεδουλοῦντο καὶ προέπινον αὐτοῖς τὰς πατρίδας, μείζων δὲ ἡ διὰ τῶν χρημάτων τούτων κατασκευασθεῖσα τοῖς μὲν ἀπόροις πρὸς τοὺς πλουσίους διάλυσις καὶ ὁμόνοια, τῷ δὲ δήμῳ παντὶ σωτηρία καὶ ἀσφάλεια, θαυμαστὴ δὲ ἡ τοῦ ἀνδρὸς ἐν δυνάμει τοσαύτῃ μετριότης.
ἀποδειχθεὶς γὰρ αὐτοκράτωρ διαλλακτὴς καὶ κύριος ὅλως ἐπὶ τὰς φυγαδικὰς οἰκονομίας μόνος οὐχ ὑπέμεινεν, ἀλλὰ πεντεκαίδεκα τῶν πολιτῶν προσκατέλεξεν ἑαυτῷ, μεθʼ ὧν πόνῳ πολλῷ καὶ μεγάλαις πραγματείαις κατειργάσατο καὶ συνήρμοσε φιλίαν καὶ εἰρήνην τοῖς πολίταις. ἐφʼ οἷς οὐ μόνον κοινῇ σύμπαντες οἱ πολῖται τιμὰς ἀπέδοσαν αὐτῷ πρεπούσας, ἀλλὰ καὶ κατʼ
- βουλαὶ μὲν καὶ ἄεθλα καὶ ἁ περὶ Ἑλλάδος ἀλκά
- τοῦδʼ ἀνδρὸς στάλαις πλάθεται Ἡρακλέους·
- ἄμμες δʼ εἰκόνʼ, Ἄρατε, τεὰν νόστοιο τυχόντες
- στάσαμεν ἀντʼ ἀρετᾶς ἠδὲ δικαιοσύνας
- σωτῆρος σωτῆρσι θεοῖς, ὅτι πατρίδι τᾷ σᾷ
- δαιμόνιον[*](δαιμόνιον Sint.2 and Ziegler, after Zeitz: δαίμονʼ ἴσον. ) θείαν τʼ ὤπασας εὐνομίαν.