Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἤνθει γὰρ ἔτι δόξα τῆς Σικυωνίας μούσης καὶ χρηστογραφίας, ὡς μόνης ἀδιάφθορον ἐχούσης τὸ καλόν, ὥστε καὶ Ἀπελλῆν ἐκεῖνον ἤδη θαυμαζόμενον ἀφικέσθαι καὶ συγγενέσθαι τοῖς ἀνδράσιν ἐπὶ ταλάντῳ, τῆς δόξης μᾶλλον ἢ τῆς τέχνης δεόμενον μεταλαβεῖν. διὸ τὰς μὲν ἄλλας εἰκόνας τῶν τυράννων ἀνεῖλεν εὐθὺς ὁ Ἄρατος, ὅτε τὴν πόλιν ἠλευθέρωσε, περὶ δὲ τῆς Ἀριστράτου κατὰ Φίλιππον ἀκμάσαντος ἐβουλεύσατο πολὺν χρόνον.

ἐγράφη μὲν γὰρ ὑπὸ πάντων τῶν περὶ τὸν Μέλανθον ἅρματι νικηφόρῳ παρεστὼς ὁ Ἀρίστρατος, Ἀπελλοῦ συνεφαψαμένου τῆς γραφῆς, ὡς Πολέμων ὁ περιηγητὴς ἱστόρηκεν. ἦν δὲ τὸ ἔργον ἀξιοθέατον, ὥστε γνάμπτεσθαι τὸν Ἄρατον ὑπὸ τῆς τέχνης, αὖθίς τε μίσει τῷ πρὸς τοὺς τυράννους ἐξαγόμενον κελεύειν καθαιρεῖν.

τὸν οὖν ζωγράφον Νεάλκη φίλον ὄντα τοῦ Ἀράτου παραιτεῖσθαί φασι καὶ δακρύειν, ὡς δʼ οὐκ ἔπειθεν, εἰπεῖν ὅτι τοῖς τυράννοις πολεμητέον, οὐ τοῖς τῶν τυράννων. ἐάσωμεν οὖν τὸ ἅρμα καὶ τὴν Νίκην, αὐτὸν δέ σοι

paris.1624.1033
παρέξω τὸν Ἀρίστρατον ἐγὼ παραχωροῦντα τοῦ πίνακος ἐπιτρέψαντος οὖν τοῦ Ἀράτου
p.30
διήλειψεν ὁ Νεάλκης τὸν Ἀρίστρατον, εἰς δὲ τὴν χώραν φοίνικα μόνον ἐνέγραψεν, ἄλλο δὲ οὐδὲν ἐτόλμησε παραβαλεῖν. τοὺς δὲ πόδας ἐξαλειφομένου τοῦ Ἀριστράτου διαλαθεῖν ὑπὸ τὸ ἅρμα λέγουσιν.

ἔκ τε δὴ τούτων ὁ Ἄρατος ἠγαπᾶτο, καὶ διδοὺς πεῖραν ἔτι μᾶλλον ἥψατο τοῦ βασιλέως, καὶ δωρεὰν ἔλαβε τῇ πόλει πεντήκοντα καὶ ἑκατὸν τάλαντα, καὶ τούτων τεσσαράκοντα μὲν εὐθὺς μεθʼ ἑαυτοῦ κομίζων εἰς Πελοπόννησον κατῆρε , τὰ δὲ λοιπὰ διελὼν εἰς δόσεις ὁ βασιλεὺς ὕστερον κατά μέρος ἀπέστειλεν.