Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

καὶ καταβαλόντες ἑαυτοὺς εἴς τινα τόπον ὕλης γέμοντα χαλεπῶς ἐνυκτέρευον. ὀλίγῳ δὲ ὕστερον ὁ φρούραρχος ἐπελθὼν καὶ ζητῶν τὸν Ἄρατον ὑπὸ τῶν θεραπόντων ἐξηπατήθη τῶν ἐκείνου, δεδιδαγμένων λέγειν ὡς εὐθὺς ἀποδρὰς εἰς Εὔβοιαν ἐξέπλευσε. τὰ μέντοι κομιζόμενα καὶ τὴν ναῦν καὶ τοὺς θεράποντας ἀπέφηνε πολέμια καὶ κατέσχε.

μετὰ δὲ ἡμέρας οὐ πολλὰς ἐν ἀπόροις ὄντι τῷ Ἀράτῳ γίνεταί τις εὐτυχία, Ῥωμαϊκῆς νεὼς παραβαλούσης κατὰ τὸν τόπον ἐν ᾧ τὰ μὲν ἐπὶ σκοπὴν ἀνιών, τὰ δὲ κρυπτόμενος διῆγεν. ἔπλει μὲν οὖν ἡ ναῦς εἰς Συρίαν, ἐπέβη δὲ πείσας τὸν ναύκληρον ἄχρι Καρίας διακομισθῆναι· καὶ διεκομίσθη κινδύνοις αὖθις οὐκ ἐλάττοσι χρησάμενος κατὰ θάλατταν.