Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ὁ δὲ Ἄρατος, ἐπεὶ κατέμιξε τοῖς Ἀχαιοῖς ἑαυτὸν καὶ τὴν πόλιν, ἐν τοῖς ἱππεῦσι στρατευόμενος ἠγαπᾶτο διʼ εὐπείθειαν ὑπὸ τῶν ἀρχόντων, ὅτι, καίπερ συμβολὰς τῷ κοινῷ μεγάλας δεδωκὼς τὴν ἑαυτοῦ δόξαν καὶ τὴν τῆς πατρίδος δύναμιν, ὡς ἑνὶ τῶν ἐπιτυχόντων χρῆσθαι παρεῖχεν αὑτῷ τὸν ἀεὶ στρατηγοῦντα[*](τὸν ἀεὶ στρατηγοῦντα Ziegler, witn Sint.1 and the MSS.: τῷ ἀεὶ στρατηγοῦντι. ) τῶν Ἀχαιῶν, εἴτε Δυμαῖος, εἴτε Τριταιεὺς, εἴτε μικροτέρας τινὸς ὢν τύχοι πόλεως.

ἧκε δὲ αὐτῷ καὶ χρημάτων δωρεὰ παρὰ τοῦ βασιλέως πέντε καὶ εἴκοσι τάλαντα, ταῦτα ἔλαβε μὲν ὁ Ἄρατος, λαβὼν δὲ τοῖς ἑαυτοῦ πολίταις ἐπέδωκεν ἀπορουμένοις εἴς τε τἆλλα καὶ λύτρωσιν αἰχμαλώτων.

ἐπεὶ δὲ οἱ φυγάδες ἦσαν ἀπαρηγόρητοι τοῖς ἔχουσι τὰς κτήσεις ἐνοχλοῦντες, ἥ τε πόλις ἐκινδύνευεν ἀνάστατος γενέσθαι, μίαν ὁρῶν ἐλπίδα τὴν Πτολεμαίου φιλανθρωπίαν ὥρμησεν

p.26
ἐκπλεῦσαι καὶ δεηθῆναι τοῦ βασιλέως ὅπως αὐτῷ χρήματα συμβάληται πρὸς τὰς διαλύσεις.

ἀνήχθη μὲν οὖν ἀπὸ Μοθώνης ὑπὲρ Μαλέας, ὡς τῷ διὰ πόρου δρόμῳ χρησόμενος. πρὸς δὲ μέγα πνεῦμα καὶ πολλὴν θάλασσαν ἐκ πελάγους κατιοῦσαν ἐνδόντος τοῦ κυβερνήτου, παραφερόμενος μόλις ἥψατο τῆς Ἀδρίας πολεμίας οὔσης, ἐκρατεῖτο γὰρ ὑπὸ Ἀντιγόνου καὶ φυλακὴν εἶχεν· ἣν φθάσας ἀπέβη, καὶ τὴν ναῦν καταλιπὼν ἀπεχώρησε μακρὰν ἀπὸ θαλάσσης ἔχων ἕνα τῶν φίλων σὺν αὑτῷ Τιμάνθην.