Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ὁ δὲ Ἄρατος, ἐπεὶ κατέμιξε τοῖς Ἀχαιοῖς ἑαυτὸν καὶ τὴν πόλιν, ἐν τοῖς ἱππεῦσι στρατευόμενος ἠγαπᾶτο διʼ εὐπείθειαν ὑπὸ τῶν ἀρχόντων, ὅτι, καίπερ συμβολὰς τῷ κοινῷ μεγάλας δεδωκὼς τὴν ἑαυτοῦ δόξαν καὶ τὴν τῆς πατρίδος δύναμιν, ὡς ἑνὶ τῶν ἐπιτυχόντων χρῆσθαι παρεῖχεν αὑτῷ τὸν ἀεὶ στρατηγοῦντα[*](τὸν ἀεὶ στρατηγοῦντα Ziegler, witn Sint.1 and the MSS.: τῷ ἀεὶ στρατηγοῦντι. ) τῶν Ἀχαιῶν, εἴτε Δυμαῖος, εἴτε Τριταιεὺς, εἴτε μικροτέρας τινὸς ὢν τύχοι πόλεως.

ἧκε δὲ αὐτῷ καὶ χρημάτων δωρεὰ παρὰ τοῦ βασιλέως πέντε καὶ εἴκοσι τάλαντα, ταῦτα ἔλαβε μὲν ὁ Ἄρατος, λαβὼν δὲ τοῖς ἑαυτοῦ πολίταις ἐπέδωκεν ἀπορουμένοις εἴς τε τἆλλα καὶ λύτρωσιν αἰχμαλώτων.