Aratus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.

ἦν δὲ Ἄρατος τῷ τρόπῳ πολιτικός, μεγαλόφρων, ἀκριβέστερος εἰς τὰ κοινὰ μᾶλλον τῶν ἰδίων, πικρῶς μισοτύραννος, ἔχθρας ὅρῳ καὶ φιλίας ἀεὶ τῷ κοινῷ συμφέροντι χρώμενος.

ὅθεν οὐχ οὕτως δοκεῖ γεγονέναι φίλος ἀκριβής, ὡς ἐχθρὸς εὐγνώμων καὶ πρᾶος, ὑπὸ τῆς πολιτείας ἐπʼ ἀμφότερα τῷ καιρῷ μεταβαλλόμενος, ὁμονοίας ἐθνῶν καὶ κοινωνίας πόλεων καὶ συνεδρίου καὶ θεάτρου μίαν φωνὴν ἀφιέντος ὡς οὐδενὸς ἄλλου τῶν καλῶν ἐραστής, πολέμῳ καὶ ἀγῶνι χρήσασθαι φανερῶς ἀθαρσὴς καὶ δύσελπις, κλέψαι δὲ πράγματα καὶ συσκευάσασθαι κρύφα πόλεις καὶ τυράννους ἐπηβολώτατος.