Comparison of Dion and Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

εἰ δὲ φήσει τις ὅτι μεγάλοις μὲν ἀγῶσιν ὁ Δίων ἐξέβαλε τὸν τύραννον, Καίσαρα δὲ Βροῦτος ἔκτεινε γυμνὸν καὶ ἀφύλακτον, αὐτὸ τοῦτο δεινότητος ἄκρας καὶ στρατηγίας ἦν ἔργον, ἄνδρα τοσαύτην περιβεβλημένον δύναμιν ἀφύλακτον λαβεῖν καὶ γυμνόν.

οὐ γὰρ ἐξαίφνης οὐδὲ μόνος ἢ σὺν ὀλίγοις ἐπιπεσὼν ἀνεῖλεν, ἀλλʼ ἐκ πολλοῦ συνθεὶς τὸ βούλευμα καὶ μετὰ πολλῶν ἐπιθέμενος, ὧν οὐδεὶς ἐψεύσατʼ αὐτόν, ἢ γὰρ εὐθὺς ἔκρινε τοὺς ἀρίστους ἢ τῷ προκρῖναι τοὺς πιστευθέντας ἀγαθοὺς ἐποίησε.

Δίων δὲ εἴτε κρίνας κακῶς ἐπίστευσεν ἑαυτὸν πονηροῖς εἴτε χρώμενος

p.256
ἐποίησεν ἐκ χρηστῶν πονηρούς, οὐδέτερον παθεῖν ἀνδρὶ φρονίμῳ προσῆκεν.

ἐπιτιμᾷ δὲ καὶ Πλάτων αὐτῷ τοιούτους ἑλομένῳ φίλους, ὑφʼ ὧν ἀπώλετο.