Comparison of Dion and Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

ἐν αὐταῖς τοίνυν ταῖς πολεμικαῖς πράξεσιν ὁ μὲν Δίων ἄμεμπτος γέγονε στρατηγός, ὡς[*](ὡς with Coraës and Bekker: ὧν.) μὲν αὐτὸς ἐβουλεύετο τοῖς πράγμασιν ἄριστα χρώμενος, ἃ δʼ ἐπταίσθη διʼ ἑτέρους ἀναλαβὼν καὶ μεταστήσας ἐπὶ τὸ βέλτιον·

ὁ δὲ Βροῦτος τὸν ἔσχατον ἀγῶνα ὑπὲρ τῶν ὅλων οὔθʼ ὑποστῆναι δοκεῖ φρονίμως οὔτε σφαλεὶς ἐπανόρθωσιν εὑρεῖν, ἀλλʼ ἀπεῖπε καὶ προεῖτο τὰς ἐλπίδας, οὐδʼ ὅσον Πομπήϊος ἐπιτολμήσας τῇ τύχῃ·

καὶ ταῦτα πολλῆς μὲν αὐτόθι λειπομένης ἐλπίδος ἐν τοῖς ὅπλοις, ταῖς δὲ ναυσὶ κρατῶν πάσης βεβαίως τῆς θαλάσσης.

ὃ δὲ μέγιστόν ἐστιν ὧν ἐγκαλοῦσι Βρούτῳ, τὸ σωθέντα τῇ Καίσαρος χάριτι καὶ σώσαντα τῶν

p.252
συνεαλωκότων ὅσους ἐβούλετο καὶ φίλον νομιζόμενον καὶ προτιμηθέντα πολλῶν αὐτόχειρα τοῦ σώσαντος γενέσθαι, τοῦτʼ οὐκ ἄν τις εἴποι κατὰ Δίωνος.

ἀλλὰ τοὐναντίον, οἰκεῖος μὲν ὢν Διονυσίῳ καὶ φίλος ὤρθου τὰ πράγματα καὶ συνδιεφύλαττεν, ἐκπεσὼν δὲ τῆς πατρίδος καὶ ἀδικηθεὶς περὶ τὴν γυναῖκα καὶ τὴν οὐσίαν ἀπολέσας ἐκ προφανοῦς εἰς πόλεμον κατέστη νόμιμον καὶ δίκαιον. ἢ τοῦτʼ ἀντιστρέφει πρῶτον;

ὃ γὰρ εἰς ἔπαινον ὑπάρχει τοῖς ἀνδράσι μέγιστον, ἡ πρὸς τοὺς τυράννους ἀπέχθεια καὶ μισοπονηρία, τοῦτʼ εἰλικρινές ἐστι τῷ Βρούτῳ καὶ καθαρόν, ἰδίᾳ γὰρ οὐδὲν ἐγκαλῶν Καίσαρι τῆς κοινῆς προεκινδύνευεν ἐλευθερίας·

ὁ δʼ εἰ μὴ κακῶς ἔπαθεν αὐτός, οὐκ ἂν ἐπολέμησε, καὶ τοῦτο δηλοῦται ταῖς Πλάτωνος ἐπιστολαῖς, ἐξ ὧν δῆλός ἐστιν ὡς ἀποβληθεὶς τῆς τυραννίδος, οὐκ ἀποστάς, κατέλυσε Διονύσιον.

ἔτι Βροῦτον μὲν καὶ Πομπηΐῳ φίλον ἐποίησεν, ἐχθρὸν ὄντα, καὶ πολέμιον Καίσαρι, τὸ κοινῇ συμφέρον, ὡς ἔχθρας ὅρῳ καὶ φιλίας ἑνὶ χρώμενον τῷ δικαίῳ·

Δίων δὲ πρὸς χάριν ὤρθου πολλὰ Διονύσιον, ὅτʼ ἦν βέβαιος αὑτῷ, καὶ πρὸς ὀργὴν ἀπιστηθεὶς ἐπολέμησε.

διὸ τούτῳ μὲν οὐδʼ οἱ φίλοι πάντες ἐπίστευσαν, ὡς μεταστήσας Διονύσιον οὐκ ἂν βεβαιώσαιτο τὴν ἀρχὴν αὑτῷ, πρᾳοτέρῳ τυραννίδος ὀνόματι παραγαγὼν τοὺς πολίτας,

περὶ δὲ τοῦ Βρούτου τῶν ἐχθρῶν ἦν ἀκούειν ὅτι μόνος τῶν ἐπὶ Καίσαρα συναραμένων

p.254
ἕνα προὔθετο σκοπὸν ἀπʼ ἀρχῆς ἄχρι τέλους τὴν πάτριον ἀποδοῦναι Ῥωμαίοις πολιτείαν.