Comparison of Dion and Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

καὶ μὴν οὐχ ὅμοιον Διονυσίου Συρακουσίοις ἡ Καίσαρος ἀπαλλαγῆναι Ῥωμαίοις. ὁ μὲν γὰρ οὐδʼ[*](οὐδʼ Bekker corrects to οὐτʼ.) ἠρνεῖτο τύραννος εἶναι κακῶν τε μυρίων ἐμπεπλήκει Σικελίαν·

ἡ δὲ Καίσαρος ἀρχὴ συνισταμένη μὲν οὐκ ὀλίγα τοῖς ἐναντιουμένοις πράγματα παρέσχε, δεξαμένοις δὲ καὶ κρατηθεῖσιν ὄνομα καὶ δόκησις ἐφάνη μόνον, ἔργον δʼ ἀπʼ αὐτῆς οὐδὲν ὠμὸν οὐδὲ τυραννικὸν ὑπῆρξεν, ἀλλὰ καὶ δεομένοις ἔδοξε τοῖς πράγμασι μοναρχίας πρᾳότατος ὥσπερ ἰατρὸς ὑπʼ αὐτοῦ τοῦ δαίμονος δεδόσθαι.

διὸ Καίσαρα μὲν εὐθὺς ἐπόθησεν ὁ Ῥωμαίων δῆμος, ὥστε χαλεπὸς γενέσθαι καὶ ἀπαραίτητος τοῖς ἀπεκτονόσι, Δίωνα δʼ ἡ Διονυσίου πάρεσις ἐκ Συρακουσῶν καὶ τὸ μὴ κατασκάψαι τοῦ προτέρου τυράννου τὸν τάφον ἐπαίτιον μάλιστα πρὸς τοὺς πολίτας ἐποίησεν.

ἐν αὐταῖς τοίνυν ταῖς πολεμικαῖς πράξεσιν ὁ μὲν Δίων ἄμεμπτος γέγονε στρατηγός, ὡς[*](ὡς with Coraës and Bekker: ὧν.) μὲν αὐτὸς ἐβουλεύετο τοῖς πράγμασιν ἄριστα χρώμενος, ἃ δʼ ἐπταίσθη διʼ ἑτέρους ἀναλαβὼν καὶ μεταστήσας ἐπὶ τὸ βέλτιον·

ὁ δὲ Βροῦτος τὸν ἔσχατον ἀγῶνα ὑπὲρ τῶν ὅλων οὔθʼ ὑποστῆναι δοκεῖ φρονίμως οὔτε σφαλεὶς ἐπανόρθωσιν εὑρεῖν, ἀλλʼ ἀπεῖπε καὶ προεῖτο τὰς ἐλπίδας, οὐδʼ ὅσον Πομπήϊος ἐπιτολμήσας τῇ τύχῃ·

καὶ ταῦτα πολλῆς μὲν αὐτόθι λειπομένης ἐλπίδος ἐν τοῖς ὅπλοις, ταῖς δὲ ναυσὶ κρατῶν πάσης βεβαίως τῆς θαλάσσης.

ὃ δὲ μέγιστόν ἐστιν ὧν ἐγκαλοῦσι Βρούτῳ, τὸ σωθέντα τῇ Καίσαρος χάριτι καὶ σώσαντα τῶν

p.252
συνεαλωκότων ὅσους ἐβούλετο καὶ φίλον νομιζόμενον καὶ προτιμηθέντα πολλῶν αὐτόχειρα τοῦ σώσαντος γενέσθαι, τοῦτʼ οὐκ ἄν τις εἴποι κατὰ Δίωνος.