Comparison of Dion and Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

οὐ μὴν οὐδʼ ὡς Βροῦτος ἐκ τῶν πραγμάτων αὑτῶν καὶ τοῦ πολέμου πλοῦτον ἔσχε καὶ δύναμιν, οὕτω καὶ Δίων, ἀλλὰ τῷ πολέμῳ προεισήνεγκεν αὐτὸς τὸν ἑαυτοῦ πλοῦτον, ὑπὲρ τῆς τῶν πολιτῶν ἐλευθερίας τοῖς τῆς φυγῆς ἐφοδίοις προκαταχρησάμενος.

ἔτι δὲ

paris.1624.1010
Βροῦτος μὲν καὶ Κάσσιος, οὐκ ὂν ἀσφαλὲς ἡσυχίαν ἄγειν ἐκπεσοῦσι τῆς Ῥώμης, ἀλλʼ ὠφληκόσι δίκην θανάτου καὶ διωκομένοις, ἀναγκαίως εἰς τὸν πόλεμον κατέφυγον καὶ τὰ σώματα τοῖς ὅπλοις παρακαταθέμενοι διεκινδύνευσαν ὑπὲρ αὑτῶν τὸ πλέον ἢ τῶν πολιτῶν,

Δίων δʼ ἀδεέστερον ἐν τῇ φυγῇ τοῦ φυγαδεύσαντος τυράννου καὶ ἥδιον διάγων ἀνέρριψεν ἑκὼν κίνδυνον τοσοῦτον ἐπὶ τῷ σῶσαι Σικελίαν.

p.250