Comparison of Dion and Brutus

Plutarch

Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.

πολλῶν τοίνυν τοῖς ἀνδράσιν ὑπαρξάντων καλῶν, ἐν τοῖς πρώτοις δὲ τοῦ μεγίστους ἐλαχίσταις ἀφορμαῖς γενέσθαι, τοῦτο τῷ Δίωνι κάλλιστόν ἐστιν.

οὐ γὰρ εἶχε τὸν ἀμφισβητοῦντα, καθάπερ ὁ Βροῦτος Κάσσιον, ἄνδρα πρὸς μὲν ἀρετὴν καὶ δόξαν οὐχ ὁμοίως ἀξιόπιστον, εἰς δὲ τὸν πόλεμον οὐκ ἐλάττονας τόλμῃ καὶ δεινότητι καὶ πράξει συμβολὰς παρασχόμενον,

ᾧ γε καὶ τοῦ παντὸς ἔργου προσποιοῦσιν ἔνιοι τὴν ἀρχήν, ἡγεμόνα τῆς ἐπὶ Καίσαρα γνώμης τοῦτον ἀτρεμοῦντι Βρούτῳ γενέσθαι λέγοντες.

Δίων δʼ ὥσπερ ὅπλα καὶ πλοῖα καὶ στρατιωτικὴν δύναμιν, οὕτω καὶ φίλους καὶ συνεργοὺς ἐπὶ τὴν πρᾶξιν αὐτὸς ἑαυτῷ φαίνεται κτησάμενος.

οὐ μὴν οὐδʼ ὡς Βροῦτος ἐκ τῶν πραγμάτων αὑτῶν καὶ τοῦ πολέμου πλοῦτον ἔσχε καὶ δύναμιν, οὕτω καὶ Δίων, ἀλλὰ τῷ πολέμῳ προεισήνεγκεν αὐτὸς τὸν ἑαυτοῦ πλοῦτον, ὑπὲρ τῆς τῶν πολιτῶν ἐλευθερίας τοῖς τῆς φυγῆς ἐφοδίοις προκαταχρησάμενος.